31
ἰδίαν φύσιν τι τοιοῦτον ἀναδέχεται πάθος, οὔτε καθ' ἑαυτὴν ἡ σὰρξ ἐν ἐκείνοις γίνεται, μὴ ψυχῆς συνδιατιθεμένης τῷ σώματι.
182 Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. μετὰ τοῦτον πιστεύομεν, φησίν, εἰς τὸν παρά κλητον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐγὼ δὲ δῆλον οἶμαι πᾶσιν εἶναι τοῖς ἐντυγχάνουσιν, πρὸς ὅ τι βλέπων παρατρέπει τὴν ὑπὸ τοῦ κυρίου παραδοθεῖσαν τῆς πίστεως ἔκθεσιν, ἐν τοῖς περὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς λόγοις τῆς ἀτοπίας ταύτης ἀπελεγχθείσης· ὅμως δὲ καὶ νῦν δι' ὀλί γων τὸν σκοπὸν αὐτοῦ τῆς κακουργίας φανερὸν καταστῆσαι πειράσομαι. ὡς γὰρ ἐκεῖ πατέρα οὐκ εἶπεν, ἵνα μὴ τῇ ἀϊδιότητι τοῦ πατρὸς τὸν υἱὸν συνενδείξηται, οὐδὲ τὸν υἱὸν ὠνόμασεν, ἵνα μὴ τὴν κατὰ φύσιν οἰκειότητα τῇ φωνῇ ταύτῃ συμπαραστήσῃ, οὕτω καὶ νῦν οὐ λέγει πνεῦμα ἅγιον, ἵνα μὴ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ καὶ τὸ κατὰ πάντα ἡνωμένον πατρί τε καὶ υἱῷ διὰ τοῦ ὀνόματος τούτου συνο 183 μολογήσῃ. ἐπειδὴ γὰρ τῷ πατρὶ καὶ τῷ υἱῷ κατὰ τὸ ἴσον ἥ τε τοῦ πνεύματος καὶ ἡ τοῦ ἁγίου κλῆσις παρὰ τῆς γραφῆς ἐφαρμόζεται (Πνεῦμα γὰρ ὁ θεός, καὶ Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος, καὶ Ἅγιος κύριος ὁ θεός, καὶ Εἷς ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστός), ἵνα μή τις γένηται τοῖς ἀκούουσιν ἁγίου πνεύματος εὐσεβὴς διὰ τού των ὑπόληψις ἡ διὰ τὸ κοινωνεῖν τῷ πατρί τε καὶ τῷ υἱῷ τῆς ἐνδόξου κλήσεως ἐγγινομένη, τούτου χάριν παρακρου σάμενος τὴν ἀκοὴν τῶν ἀνοήτων τῆς παρὰ τοῦ θεοῦ προ εκτεθείσης πίστεως ἐν τῇ παραδόσει τοῦ μοστηρίου ὑπαλ λάσσει τὰ ῥήματα, ὥσπερ ὁδοποιήσας διὰ τῆς ἀκολουθίας ταύτης ἑαυτῷ τὴν κατὰ τοῦ πνεύματος τοῦ ἁγίου ἀσέβειαν.
184 εἰ γὰρ εἶπεν ὅτι πιστεύομεν εἰς τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα δὲ ὁ θεός, ὑπέκρουσεν ἂν ὁ τὰ θεῖα πεπαιδευμένος ὅτι, εἰ χρὴ πιστεύειν εἰς τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα δὲ ὁ θεὸς ὀνομάζεται, οὐκ ἄλλο τι κατὰ τὴν φύσιν ἐστὶν ἢ ἐκεῖνο πάντως, ὃ διὰ τῶν αὐτῶν ὀνομάτων κυρίως κατονομάζεται. ὅσα γὰρ οὐ ψευδῶς οὐδὲ ἐκ καταχρήσεως, ἀλλὰ κυρίως ὑπὸ τῶν αὐτῶν ὀνομάτων δηλοῦται, τούτων ἀνάγκη πᾶσα μίαν καὶ τὴν αὐτὴν ὁμολογεῖσθαι φύσιν τὴν τοῖς αὐτοῖς σημαινομένην ὀνόμασι. διὰ ταῦτα σιωπήσας τὴν παρὰ τοῦ κυρίου νομοθετηθεῖσαν ἐν τῇ πίστει φωνὴν πιστεύομεν, 185 φησίν, εἰς τὸν παράκλητον. ἐγὼ δὲ καὶ αὐτὸ τοῦτο τὸ ὄνομα κοινὸν ἔμαθον εἶναι παρὰ τῆς θεοπνεύστου γρα φῆς πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. ὁ γὰρ υἱὸς ἐπίσης ἑαυτόν τε καὶ τὸ πνεῦμα τὸ ἅγιον ὀνομάζει παρά κλητον· ὁ δὲ πατὴρ δι' ὧν ἐνεργεῖ τὴν παράκλησιν, οἰκει οῦται πάντως τοῦ παρακλήτου τὸ ὄνομα. οὐ γὰρ δὴ τὸ ἔργον ποιῶν τοῦ παρακλήτου ἀπαξιοῖ τοῦ ἔργου τὸ ὄνομα. ὅ τε γὰρ ∆αβὶδ πρὸς τὸν πατέρα φησὶν ὅτι Σὺ κύριε ἐβοή θησάς μοι καὶ παρεκάλεσάς με, καὶ ὁ μέγας ἀπόστολος τὰ αὐτὰ περὶ τοῦ πατρὸς διεξέρχεται λέγων Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρα καλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν· τὸν δὲ υἱὸν ὁ Ἰωάννης ἐν μιᾷ τῶν καθολικῶν ἐπιστολῶν διαρρήδην ὀνομάζει παράκλητον. καὶ αὐτὸς δὲ ὁ κύριος δι' ὧν εἶπε καὶ ἄλλον παράκλητον ἡμῖν ἀποσταλήσεσθαι, περὶ τοῦ πνεύματος λέ γων, ἐφ' ἑαυτοῦ πάντως τὸ ὄνομα τοῦτο προωμολόγησε.
186 διπλῆς δὲ οὔσης τῆς τοῦ παρακαλεῖν σημασίας, μιᾶς μὲν διὰ τῶν τιμητικῶν ῥημάτων τε καὶ σχημάτων, ὑπὲρ ὧν, ἄν τινος δεόμενοι τύχωμεν, εἰς συμπάθειαν αὐτὸν ἐπαγόμεθα, ἑτέρας δὲ τῆς θεραπευτικῆς τῶν ψυχικῶν τε καὶ σωματι κῶν παθημάτων ἐπινοίας, τῶν καθ' ἑκάτερον σημαινομένων ἐπίσης ἡ ἁγία γραφὴ προσμαρτυρεῖ τῇ θείᾳ φύσει τοῦ παρακλήτου τὴν ἔννοιαν. νῦν μὲν γὰρ ὁ Παῦλος τὴν ἰατι κὴν ἡμῶν τοῦ θεοῦ δύναμιν διὰ τῆς παρακλήσεως ἡμῶν παρίστησι λέγων Ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου, πάλιν δὲ κατὰ τὴν ἑτέραν διάνοιαν πρὸς τοὺς Κορινθίους γράφων ταῦτα διέξεισιν ὅτι Ὑπὲρ