1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

32

Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.

187 Τούτων οὖν οὕτως ἐχόντων, ὅπως ἂν ἐπὶ τοῦ πνεύ ματος νοήσῃς τοῦ παρακλήτου τὸ ὄνομα, τῆς τοῦ πατρός τε καὶ τοῦ υἱοῦ κοινωνίας καθ' ἑκάτερον τῶν σημαινομένων οὐκ ἀποστήσεις. οὔκουν ἐν τῷ μέρει τούτῳ οὐδὲ βουλό μενος κατασμικρύνειν τὴν τοῦ ἁγίου πνεύματος δόξαν δε δύνηται, ἐκεῖνο προσμαρτυρῶν αὐτῷ, ὅπερ καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ παρὰ τῆς ἁγίας γραφῆς ἀνατίθεται. πνεῦμα δὲ ἀληθείας εἰπὼν ὁ Εὐνόμιος αὐτὸς μέν, ὡς οἶμαι, τὸ ὑποχείριον ἠβουλήθη διὰ τῆς τοιαύτης παραστῆσαι φωνῆς, ἐπειδὴ ἀλήθεια μὲν ὁ Χριστός ἐστιν, ἐκεῖνο δὲ πνεῦμα ἀληθείας ὠνόμασεν, ὡς εἴ τις λέγοι κτῆμα εἶναι τῆς ἀλη θείας καὶ ὑποχείριον, οὐκ εἰδὼς ὅτι δικαιοσύνη ὁ θεὸς λέγεται καὶ οὐ δήπου κτῆμα τῆς δικαιοσύνης τὸν θεὸν 188 ἐνοήσαμεν. ὥστε καὶ τὸ πνεῦμα τῆς ἀληθείας μαθόν τες τὴν θεοπρεπῆ διάνοιαν παρὰ τῆς φωνῆς ἐδεξάμεθα, τῷ ἐπαχθέντι λόγῳ πρὸς τὸ κρεῖττον χειραγωγούμενοι. εἰπὼν γὰρ ὁ κύριος τὸ πνεῦμα τῆς ἀληθείας εὐθὺς ἐπή γαγεν "1ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται"2, ὅπερ οὐδενὶ τῶν ἐν τῇ κτίσει νοουμένων ἡ φωνὴ τοῦ κυρίου προσεμαρτύρησεν, οὐ τοῖς ὁρωμένοις, οὐ τοῖς ἀοράτοις, οὐ θρόνοις, οὐκ ἀρ χαῖς, οὐκ ἐξουσίαις, οὐ κυριότησιν, οὐκ ἄλλῳ τινὶ ὀνο μαζομένῳ ὀνόματι οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι. οὗ τοίνυν πᾶσα ἡ κτίσις ἐστὶν ἀμέτοχος, δῆλον ἂν εἴη πάντως ὅτι τοῦτο τῆς ἀκτίστου φύσεως ἴδιόν ἐστι 189 καὶ ἐξαίρετον. οὗτος δὲ πιστεύειν κελεύει εἰς τὸν καθη γητὴν τῆς εὐσεβείας. οὐκοῦν πιστευέτω εἰς τὸν Παῦλόν τε καὶ Βαρνάβαν καὶ Τίτον καὶ Σιλουανὸν καὶ Τιμόθεον καὶ πάντας ἐκείνους, δι' ὧν πρὸς τὴν πίστιν καθωδηγήθημεν.

Εἰ γὰρ τὸ καθηγούμενον εἰς εὐσέβειαν μετὰ πατρὸς καὶ υἱοῦ πιστεύεσθαι χρή, πάντες οἱ προ φῆται καὶ νομοθέται καὶ πατριάρχαι κήρυκές τε καὶ εὐαγγε λισταὶ καὶ ἀπόστολοι ποιμένες τε καὶ διδάσκαλοι ὁμοτίμως ἔχουσι πρὸς τὸ πνεῦμα τὸ ἅγιον, καθηγηταὶ τοῖς μετ' ἐκεί νους τῆς εὐσεβείας γενόμενοι. 190 Γενόμενος, φησί, ὑπὸ τοῦ μόνου θεοῦ διὰ τοῦ μονογενοῦς. ἀνακεφαλαιοῦται πᾶσαν αὑτοῦ τὴν ἀσέβειαν διὰ τῶν εἰρημένων· πάλιν μόνον θεὸν τὸν πατέρα κατονομάζει, ὀργάνῳ κεχρημένον τῷ μονογενεῖ πρὸς τὴν κατασκευὴν τοῦ πνεύματος. ποίαν εὑρὼν ἐκ τῆς γραφῆς σκιὰν τοῦ τοιούτου νοήματος ταῦτα τολμᾷ; ἐκ ποίας ἀρ χῆς δι' ἀκολούθου πρὸς τὸ τοιοῦτο πέρας προήγαγε τὴν ἀσέβειαν; τίς τῶν εὐαγγελιστῶν φησι, τίς ἀπόστολος, τίς προφήτης; πᾶν μὲν οὖν τοὐναντίον πᾶσα γραφὴ θεόπνευ στος ἡ διὰ τῆς ἐπιπνοίας τοῦ πνεύματος ἀναγραφεῖσα μαρ τυρεῖ τῷ πνεύματι τὴν θεότητα, οἷον (κρεῖττον γὰρ δι' αὐτῶν τῶν μαρτυριῶν ἀποδεῖξαι τὸν λόγον) οἱ λαβόντες ἐξουσίαν τοῦ τέκνα θεοῦ γενέσθαι μαρτυροῦσι τῷ πνεύματι 191 τὴν θεότητα. τίς γὰρ ἀγνοεῖ τὴν τοῦ κυρίου φωνήν, ὅτι οἱ ἐκ τοῦ πνεύματος γεννηθέντες θεοῦ τέκνα εἰσίν; οὕτω γὰρ διαρρήδην μαρτυρεῖ τῷ ἁγίῳ πνεύματι τῶν τοῦ θεοῦ τέκνων τὴν γέννησιν εἰπὼν ὅτι, ὥσπερ τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. ὅσοι δὲ ὑπὸ τοῦ πνεύματος ἐγεν νήθησαν, θεοῦ τέκνα προσηγορεύθησαν. οὕτω καὶ τοῦ κυρίου διὰ τοῦ προσφυσήματος δεδωκότος τοῖς μαθηταῖς τὸ πνεῦμα τὸ ἅγιον, φησὶν ὁ Ἰωάννης Ἐκ τοῦ πληρώματος 192 αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. ἐν αὐτῷ δὲ κατοικεῖν τὸ πλήρωμα τῆς θεότητος ὁ μέγας Παῦλος διαμαρτύρεται, ἀλλὰ καὶ ἔτι διὰ τοῦ προφήτου Ἠσαΐου περὶ τῆς γενομένης αὐτῷ θεοφανείας, ὅτε εἶδε τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ἡ μὲν ἀρχαιοτέρα παράδοσις τὸν πατέρα εἶναι λέγει τὸν ὀφθέντα, ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης εἰς τὸν κύριον ἀναφέρει τὴν προφητείαν, λέγων περὶ τῶν μὴ πεπιστευκότων Ἰουδαίων τὰς τῷ προφήτῃ ῥηθείσας περὶ τοῦ κυρίου φωνὰς ὅτι Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε εἶδε τὴν 193 δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. ὁ δὲ μέγας Παῦλος τῷ ἁγίῳ πνεύματι τὸν αὐτὸν τοῦτον λόγον