32
οὗτος μάλιστά ἐστιν ὁ τὸν Θεὸν ἀγνοῶν. Ταῦτ' οὖν εἰδότες, μένωμεν κατέχοντες μετὰ ἀσφαλείας ἃ παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου, καὶ μηδὲν περαιτέρω περιεργαζώμεθα. ∆ύο γὰρ τοῖς ταύτην νοσοῦσι τὴν νόσον περιέσται τὰ δεινά· τό τε εἰκῆ ταλαιπωρεῖσθαι, ζητοῦντας ἅπερ εὑρεῖν οὐ δυνατόν· τό τε παροξύναι τὸν Θεὸν, τοὺς παρ' αὐτοῦ τεθέντας ὅρους ἀνατρέπειν ἐπιχειροῦντας. Ὅσην δὲ τοῦτο κινεῖ τὴν ὀργὴν, οὐδὲν δεῖ παρ' ἡμῶν μαθεῖν, πάντας εἰδότας ὑμᾶς. ∆ιὸ τῆς ἀπονοίας αὐτῶν ἀφέμενοι, τρέμωμεν αὐτοῦ τοὺς λόγους, ἵνα διηνεκῶς ἡμᾶς τειχίζῃ· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ἀφέντες τοίνυν τὴν ὀλεθρίαν ταύτην πολυπραγμοσύνην, συντρίψωμεν τὰς καρδίας, πενθήσωμεν τὰ ἡμαρτημένα ἡμῖν, καθὼς προσέταξεν ὁ Χριστὸς, κατανυγῶμεν ἐπὶ τοῖς πλημμεληθεῖσιν ἡμῖν, ἀναλογισώμεθα μετὰ ἀκριβείας τὰ κατὰ τὸν ἔμπροσθεν ἡμῖν ἅπαντα τολμηθέντα χρόνον, σπουδάσωμεν αὐτὰ ἀποτρίψασθαι παντοδαπῶς. Πολλὰς γὰρ εἰς τοῦτο ὁ Θεὸς ἀνέῳξεν ἡμῖν ὁδούς. Λέγε γὰρ σὺ, φησὶ, πρῶτος, τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· καὶ πάλιν, Εἶπα, Τὴν ἀνομίαν μου ἐξαγορεύσω κατ' ἐμοῦ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Οὐδὲ γὰρ μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ μειῶσαι τῶν ἁμαρτημάτων τὸ μέγεθος ἡ συνεχὴς αὐτῶν κατηγορία καὶ μνήμη. Ἔστι καὶ ἑτέρα ταύτης ἐνεργεστέρα ὁδὸς, τὸ μηδενὶ τῶν εἰς ἡμᾶς ἡμαρτηκότων μνησικακεῖν, τὸ πᾶσι τοῖς εἰς ἡμᾶς πλημμεληθεῖσι συγχωρεῖν τὰ πλημμελήματα. Βούλει καὶ τρίτην μαθεῖν; Ἄκουσον τοῦ ∆ανιὴλ λέγοντος· ∆ιὸ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων. Ἔστι δὲ καὶ ἑτέρα μετὰ ταύτης, ἡ τῶν εὐχῶν συνέχεια, καὶ τὸ 59.65 προσεδρεύειν μετὰ καρτερίας ταῖς πρὸς τὸν Θεὸν ἐντεύξεσι. Φέρει τινὰ παραμυθίαν ἡμῖν οὐ μικρὰν καὶ λύσιν τῶν ἡμαρτημένων καὶ νηστεία ὁμοίως, ὅταν μετὰ τῆς εἰς ἑτέρους φιλανθρωπίας γίνηται, καὶ σβέννυσι τὸ σφοδρὸν τῆς ὀργῆς τοῦ Θεοῦ. Πῦρ γὰρ φλογιζόμενον σβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι. Ταύτας τοίνυν πάσας ὁδεύωμεν τὰς ὁδούς. Ἂν γὰρ ἐν τούτοις ὦμεν διαπαντὸς, ἂν εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκωμεν, οὐ μόνον τὰ παρελθόντα ἀπονιψόμεθα πλημμελήματα, ἀλλὰ καὶ εἰς τὸ μέλλον τὰ μέγιστα κερδανοῦμεν. Οὐ γὰρ παρέξομεν τῷ διαβόλῳ σχολὴν προσβάλλειν ἡμῖν, 59.66 οὔτε εἰς ῥᾳθυμίαν βίου, οὔτε εἰς τὴν ὀλεθρίαν περιεργίαν. Καὶ γὰρ καὶ ταῦτα μετὰ τῶν ἄλλων, καὶ ἐντεῦθεν τὰς ἀνοήτους ζητήσεις καὶ τὰς λογομαχίας τὰς ἐπιβλαβεῖς ἐπάγει, ἐκ τοῦ σχολάζοντας ὁρᾷν καὶ ἀργοῦντας, καὶ μηδεμίαν τῆς κατὰ τὸν βίον ἀρετῆς πρόνοιαν ποιουμένους. Ἀλλ' ἡμεῖς αὐτῷ ταύτην τὴν παρείσδυσιν ἀποφράξωμεν, γρηγορήσωμεν, νήψωμεν ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ καμόντες ὀλίγα, τῶν ἀθανάτων ἐν τοῖς ἀπείροις αἰῶσι τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.65 ΟΜΙΛΙΑ Ηʹ. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον
ἐρχόμενον εἰς τὸν κόσμον. αʹ. Οὐδὲ γὰρ κωλύει καὶ τήμερον τῶν αὐτῶν ἅψασθαι ῥημάτων, ἐπειδὴ
πρώην ὑπὸ τῆς τῶν δογμάτων ἐξηγήσεως ἐκωλύθημεν ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ μὴ λέγοντες αὐτὸν ἀληθινὸν Θεόν; Ἐνταῦθα μὲν γὰρ φῶς ἀληθινὸν εἴρηται· ἑτέρωθι δὲ, αὐτοαλήθεια, καὶ αὐτοζωή. Ἀλλ' ἐκείνῳ μὲν τῷ λόγῳ, ὅταν ἐκεῖ γενώμεθα, σαφέστερον ἐπεξελευσόμεθα· κατὰ δὲ τὸ παρὸν, ἀναγκαῖον τέως ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν· Εἰ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι; Οὐ γὰρ