1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

32

χεῖρον προαναστέλλων. Ἀλλ' ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. ∆ηλῶν τοίνυν ὁ προφήτης, ὡς οὐ μισανθρω πίαν ἐδίδασκεν ὁ Θεὸς, ἀλλ' ἐν ἀσφαλείᾳ αὐτοὺς κατα στῆσαι βουλόμενος, ἐπήγαγε· Καὶ ἐγενήθη αὐτοῖς σκάνδαλον ἡ ἐπιμιξία καὶ ἡ συνουσία αὕτη, καὶ σκάν δαλον οὐ τὸ τυχόν· κατὰ γὰρ τῆς φύσεως αὐτῆς ἐμά νησαν, ὅπερ ἐπάγει λέγων· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμο νίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν. Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευ ταῖον κατέλιπε. Ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν κατα λείψει τὸ αἵμασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προσενεγκεῖν; τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προσ 55.665 έφερον, τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς. Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Πορ νείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ. Ἐπειδὴ γὰρ τῷ Θεῷ συνημ μένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, τὴν δεισιδαι μονίαν εἰκότως πορνείαν ἐκάλεσε. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν, καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.

εʹ. Ταῦτα καὶ ἡ τῶν Κριτῶν ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ αὐτοὺς Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, Ἀμαληκίταις, Μαδιηναίοις καὶ ἀλλοφύλοις παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέ λειαν πραγματευόμενος. Ἐναντίον δέ πως εἶναι δοκεῖ τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, τῷ προῤ ῥηθέντι, Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Ἀλλὰ τὴν βδελυχθεῖσαν λέγει νῦν, περὶ ἑτέρας προθε σπίσας κληρονομίας, ἑτέρου δὲ λαοῦ καὶ ἔθνους, μεθ' ὧν ηὔξατο καταριθμηθῆναι. Πρῶτον δὲ τὸ βδελυχθῆναι, εἶτα τὸ παραδοθῆναι ὑπὸ Θεοῦ, εἶτα τὸ κυριευθῆναι πρὸς τῶν ἐχθρῶν. Ἐν ὅσῳ γὰρ ἄρχει τινὸς ὁ Θεὸς, ἄρχειν οὐ δύνανται. Καὶ ἐπάγει· Πλεονάκις ἐῤῥύσατο αὐ τούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. Ἐπάγων γὰρ τὴν παιδείαν, πάλιν μετεδίδου φιλανθρω πίας· οἱ δὲ αὐτὸν τοῖς ἐναντίοις ἠμείβοντο. Καὶ ὁ μὲν ἦν αὐτοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς ἠνάγκαζον φαίνεσθαι. Καὶ πάλιν ἔσωζεν αὐτοὺς οἷα Σω τήρ· οἱ δὲ ἀπώλοντο ἔργοις ἀπωλείας ἑαυτοὺς περιπεί ροντες, μέχρι πολλάκις αὐτὸ ποιοῦντες τέλος ἀπώλοντο. Τὸ δὲ, Πλεονάκις, ὅμοιον τῷ, Ποσάκις ἠθέλησα ἐπι συναγαγεῖν τὰ τέκνα σου; τὸ δὲ, Καὶ ἐταπεινώθη σαν ἐν ταῖς ἀνομίαις αὐτῶν, τῷ Καὶ οὐκ ἠθελήσατε. Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐ τὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι, καὶ ὅτι ἐδεήθησαν τοῦ Θεοῦ ὑπὸ τῆς ἀνάγκης ὠθούμενοι, καὶ ὅτι δεηθέντες ἠκούσθησαν. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. ∆ιὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορήγησε. Μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς με ταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίαν ὀρέγει. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Λέγει γὰρ Ἔσδρας, ὡς ἐνέβαλε Κύριος ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασι λέως, καὶ μετὰ ταῦτα ∆αρείου καὶ Ἀρταξέρξου, χρῆ σθαι