1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

33

καταβαίνει μεταβατικῶς (ταῦτα γὰρ σωμάτων η σῶμα περικειμένων), ἀλλὰ καθ' ο οἰκεῖν λέγεται τοὺς οὐρανούς· ̓Εν μορφῇ γὰρ θεοῦ ὑπάρχων, μορφὴν δούλου λαβὼν κατελήλυθεν, οὐδὲ μιᾶς περὶ αὐτὸν τοπικῆς μεταβολῆς γινομένης. 114 Ps 17,11 Καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη. ἡ χερουβεὶμ φωνὴ εἰς πληθυσμὸν γνώσεως μεταλαμβάνεται· ενθα ουν πολλὴ γνῶσις, μᾶλλον δὲ ἀκραιφνεστάτη. ἐκεῖθεν ἐπιβαίνων διὰ τῆς ἐπῃρημένης καὶ μετεώρου νοήσεως πέταται. οὐκ ἀπογνωστέον δὲ καί τι ειδος ἀθανάτων ζῴων πληρεστάτην κεχωρηκέναι γνῶσιν τῷδε τῷ ὀνόματι σημαίνεσθαι. καὶ τούτοις ουν τοῖς λογικοῖς ζῴοις ἐπιβὰς ὁ θεὸς ιπταται διὰ τῆς ὀξυτάτης νοήσεως. ̓Επετάσθη ἐπὶ πτερύγων ἀνέμων. εἰ μὲν ἐπὶ τῶν αἰσθητῶν ἀνέμων ἐκλήψεται τὸ λεγόμενον, ἐρεῖ τὸν θεὸν κατὰ τὸν προνοητικὸν αὐτοῦ λόγον ἐπιβάντα τῶν πτερύγων τῶν ἀνέμων, τουτέστι τῷ μετεωρισμῷ αὐτῶν αγειν αὐτοὺς ῃ αὐτὸς βούλεται· ̓Εξάγων γάρ ἐστιν ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. εἰ δὲ τοὺς πνεύματι μετεωριζομένους καὶ δίκην ἀνέμων πνόας ἐκπέμποντας σοφοὺς ανδρας ἐκλάβοι τις ἀνέμους, καὶ τούτων ταῖς πτέρυξιν ὁ θεὸς ἐπιβαίνων ιπταται πανταχοῦ· πτέρυγες δὲ αὐτῶν αἱ ὑπέρτεροι καὶ ὑψιπετεῖς νοήσεις. καὶ ἀνέμους δὲ διδασκαλίας ειπεν ὁ ἀπόστολος Παῦλος, περὶ ἑτεροδόξων λέγων Παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. ωσπερ ουν ἐπὶ ψεκτῶν διδασκάλων ειεν ανεμοι ων ταῖς πτέρυξιν ἐπιβαίνει τὰ λαοπλανᾶ πνεύματα, ουτως ταῖς πτέρυξιν παντὸς ἀνέμου ἀληθοῦς διδασκαλίας ἐπιβαίνων ὁ θεὸς οπου βούλεται πνεῖ. καὶ τοῦτό ἐστιν τὸ πετασθῆναι ἐπὶ πτερύγων ἀνέμων. 115 Ps 17,12ab Προηγουμένως καὶ ἀληθῶς οἰκῶν ὁ θεός ἐστιν φῶς ἀπρόσιτον τὸν υἱὸν ος ἐστιν φῶς ἀληθινόν, καὶ τὸ πνεῦμα τὸ αγιον τυγχάνον γνώσεως καὶ σοφίας υπαρξις, ωσπερ τούτου τοῦ φωτὸς λέγεσθαι Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. κατὰ δεύτερον δὲ λόγον· διὰ τὴν περὶ τὴν οὐσίαν αὐτοῦ ἀκαταληψίαν σκότος λέγεται τεθεικέναι ἀποκρυφὴν αὐτοῦ. τὸ γὰρ ἀσαφὲς καὶ ἀκατάληπτον διὰ τὸ περὶ τὸ πρᾶγμα βάθος σκότος λέγεται. ταύτῃ γὰρ καὶ σκότος ειρηται τὸ Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον· καὶ ̓Ανακαλύπτων ὁ θεὸς βαθέα ἐκ σκότους, φανερῶν καὶ σαφηνίζων τὰ ὑπὸ ἀσαφείας καὶ δυσκαταληψίας κρυπτόμενα. Κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ. ωσπερ τὸν ὑπὸ σκηνῆς περιεχόμενον οὐκ εστιν θεάσασθαι μὴ εἰσελθόντα ἐν αὐτῇ, ουτως καὶ τὸν θεὸν ὑπὸ ἀσαφείας καὶ δυσκαταληψίας κυκλούμενον οὐκ εστιν ἰδεῖν μὴ εἰσβάλλοντα ενδον τοῦ τῆς δυσκαταληψίας περιπετάσματος. αὐτίκα γοῦν περὶ Μωυσέως ειρηται ὡς αρα Εἰσῆλθεν εἰς τὸν γνόφον ου ην ὁ θεός· ἐπιστήσας γὰρ τῇ περὶ θεοῦ ἐννοίᾳ καὶ δημιουργίᾳ καὶ προνοίᾳ αὐτοῦ, εγνω εισω τούτων περιέχεσθαι τὸν θεόν, ὡς, ὀλίγον διοίξαντα ταύτην τὴν περὶ αὐτὸν σκηνήν, ἐκ τοῦ κατ' εἰκόνα τὸν ου ἡ εἰκὼν καὶ ἐκ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητὴν θεωρῆσαι. 116 Ps 17,12c.13a ̓Εν πολλοῖς τόποις τῆς γραφῆς τὰς νεφέλας ἀλληγορικῶς φερομένας εὑρίσκομεν. τὸν γὰρ οικον τοῦ ̓Ισραὴλ ἀμπελῶνα εἰπών, νεφέλας ἐντολὰς λαμβανούσας μὴκ' ετι βρέχειν αὐτόν, οὐκ αλλας η τοὺς προφήτας εὑρίσκομεν. οὐκ ετι γοῦν παρ' ἐκείνοις τὸ Τάδε λέγει κύριος, καὶ τὸ ̓Εγένετο λόγος κυρίου πρός με· μέχρι τούτων τῶν νεφελῶν ἡ ἀλήθεια λάμπει. αυται γοῦν αἱ νεφέλαι ψυχαῖς ῥέουσαι πνευματικῶν λόγων ὑετὸν οὐ γῆς ἀλλ' ἀέρος εἰσίν· τοῖς γὰρ ἐπιγείοις ἀποταξάμεναι καὶ μηκέτ' αὐτὰ φρονοῦσαι, μετεωριζόμεναι καὶ ἐπαιρόμεναι ὑπὸ τῆς σφῶν ἀρετῆς καὶ τοῦ ἐνεργοῦντος πνεύματος ἀέρος εἰσίν. τὸ ἐν αὐταῖς ουν υδωρ, πρὶν ὑπὸ ̓Ιησοῦ ἐκβάσεως καὶ σαφηνείας τυχεῖν, διὰ τὸ τοῖς πολλοῖς δυσθεώρητον σκοτεινὸν ειναι λέγεται. οτ' αν δὲ λαλήσαντος τοῦ θεοῦ ἐν τῷ υἱῷ ἐπ' ἐσχάτων τῶν ἡμερῶν πληρωθῶσιν ὁ νόμος καὶ οἱ προφῆται, ̓Απὸ τῆς τηλαυγήσεως (τουτέστιν ἐπιλάμψεως αὐτοῦ) ἐνώπιον αὐτοῦ συνελεύσονται, νεφέλαι φανεραὶ καὶ ἀρίδηλοι