33
δὴ πάντες ἐπέγνωσαν τοῦ Χριστοῦ τὸ σέβας. Πῶς οὖν φωτίζει πάντα ἄνθρωπον; Τό γε εἰς αὐτὸν ἧκον. Εἰ δέ τινες ἑκόντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς μύσαντες, μὴ βούλοιντο παραδέξασθαι τοῦ φωτὸς τούτου τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσιν ἡ σκότωσις ἐκείνοις, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς δωρεᾶς. Ἡ μὲν γὰρ χάρις εἰς πάντας ἐκκέχυται, οὐκ Ἰουδαῖον, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ Σκύθην, οὐκ ἐλεύθερον, οὐ δοῦλον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ πρεσβύτην, οὐ νέον ἀποστρεφομένη· πάντας δὲ ὁμοίως προσιεμένη, καὶ μετὰ τῆς ἴσης καλοῦσα τιμῆς. Οἱ δὲ οὐκ ἐθέλοντες ἀπολαῦσαι τῆς δωρεᾶς ταύτης, ἑαυτοῖς δίκαιοι ταύτην ἂν εἶεν λογίσασθαι τὴν πήρωσιν. Ὅταν γὰρ τῆς εἰσόδου πᾶσιν ἀνεῳγμένης, καὶ μηδενὸς τοῦ κωλύοντος ὄντος, ἐθελοκακοῦντές τινες ἔξω μένωσι, παρ' οὐδένα ἕτερον, ἀλλ' ἢ παρὰ τὴν οἰκείαν πονηρίαν ἀπόλλυνται μόνον. Ἐν τῷ κόσμῳ ἦν· ἀλλ' οὐχ ὡς τοῦ κόσμου σύγχρονος, ἄπαγε. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· διὰ τούτου σε πάλιν ἀνάγων ἐπὶ τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς. Ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, κἂν σφόδρα ἀναίσθητος ᾖ, κἂν ἐχθρὸς, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ, πάντως καὶ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν Ποιητήν. Ὅθεν μοι καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε, καὶ ἑκὼν ἑαυτὸν κατεκρήμνισεν. Οὐδὲ γὰρ ἀγνοῶν, ἀλλὰ καὶ σφόδρα εἰδὼς ἡμάρτανε, ταὐτὸν παθὼν τοῖς Ἰουδαίοις. Καθάπερ γὰρ ἐκεῖνοι πρὸς ἀνθρώπους ὁρῶντες, τὸ τῆς πίστεως 59.66 προὔδωκαν ὑγιὲς, εἰδότες μὲν ὅτι αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὁμολογοῦντες, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· οὕτω καὶ τοῦτον γυναικί τινι χαριζόμενον, τὴν σωτηρίαν φασὶν ἀποδόσθαι τὴν ἑαυτοῦ. ∆εινὸν γὰρ, ὄντως δεινὸν τῆς κενοδοξίας ἡ τυραννὶς, καὶ σοφῶν ὀφθαλμοὺς ἐκτυφλοῦν ἱκανὸν, ὅταν μὴ νήφωσιν. Εἰ γὰρ ἡ δωροδοκία τοῦτο ἰσχύει, πολλῷ μᾶλλον τὸ ταύτης βιαιότερον πάθος. ∆ιὰ τοῦτο καὶ Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἐνταῦθα κόσμον τὸ πλῆθός φησι, τὸ διεφθαρμένον καὶ τοῖς γηΐνοις προστετηκὸς πράγμασι, τὸν χυδαῖον, καὶ ταραχώδη, καὶ ἀνόητον λαόν. Ὡς οἵ γε τοῦ Θεοῦ φίλοι καὶ θαυμαστοὶ πάντες αὐτὸν ἐπέγνωσαν καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας. Καὶ περὶ μὲν τοῦ πατριάρχου καὶ αὐτὸς ὀνομαστί φησιν ὁ Χριστὸς, ὅτι Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ περὶ τοῦ ∆αυῒδ δὲ Ἰουδαίους ἐλέγχων ἔλεγε· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Καὶ πολλαχοῦ πρὸς ἐκείνους ἱστάμενος Μωϋσέως μέμνηται· περὶ δὲ τῶν λοιπῶν προφητῶν ὁ Ἀπόστολος. Πάντας γὰρ τοὺς προφήτας ἀπὸ Σαμουὴλ ἐγνωκέναι φησὶν ὁ Πέτρος αὐτὸν, καὶ τὴν παρουσίαν αὐτοῦ πόῤῥωθεν προαναφωνεῖν, οὕτω λέγων· Καὶ πάντες οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας Τῷ δὲ Ἰακὼβ καὶ τῷ πατρὶ τῷ τούτου, ὥσπερ οὖν καὶ τῷ πάππῳ, καὶ ἐφάνη καὶ διελέχθη, καὶ πολλὰ καὶ μεγάλα ὑπέσχετο δώσειν ἀγαθὰ, ἅπερ οὖν καὶ εἰς ἔργον ἐξήνεγκε. Πῶς οὖν, φησὶν, αὐτὸς ἔλεγε· Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν; Ἆρα γὰρ οὐ μετέσχον τῆς γνώσεως τῆς εἰς αὐτόν; Πάνυ μὲν οὖν· καὶ τοῦτο καὶ ἀπὸ τῆς ῥήσεως ταύτης, ἀφ' ἧς νομίζουσί τινες αὐτοὺς ἀπεστερῆσθαι, πειράσομαι ποιῆσαι φανερόν. Πολλοὶ γὰρ, φησὶν, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε. Ὥστε ᾔδεσαν αὐτὸν ἥξοντα εἰς ἀνθρώπους, καὶ οἰκονομήσοντα, ἅπερ καὶ ᾠκονόμησεν. Οὐ γὰρ ἂν, εἰ μὴ ᾔδεσαν, ἐπεθύμησαν. 59.67 Οὐδεὶς γὰρ ὧν μηδὲ ἔννοιαν ἔχει, τούτων λαβεῖν ἐπιθυμίαν δυνήσεται. Ὥστε ᾔδεσαν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ὅτι ἥξει εἰς ἀνθρώπους. Τίνα οὖν ἐστιν ἅπερ οὐκ ᾔδεσαν, καὶ τίνα ἅπερ οὐκ