1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

33

φιλανθρώπως τῷ τῶν Ἰουδαίων λαῷ. Ἐν οἰκτιρμοῖς δὲ καὶ νῦν εἰσι Ῥωμαίοις δουλεύοντες, διὰ θείους οἰκτιρ μοὺς, οὐ δι' ἀξίαν ἰδίαν. Οὐ πάθος δὲ Θεοῦ μεταμέλεια, παιδείας δὲ παῦσις. Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολο γήσασθαι τῷ ὀνόματί σου τῷ μεγάλῳ καὶ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐτοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ' αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέσιος δὲ ἀπόστολος τὴν ἐσομένην Ἰουδαίοις σωτη ρίαν διὰ Ἠλιοὺ τοῦ Θεσβίτου προηγόρευσεν· Ἥξει γὰρ, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Οὐ μὴν τὴν οἰκοδο μίαν τῆς Ἱερουσαλὴμ προσμεῖναι δεῖ κατὰ τοὺς μύθους τῶν ἀνοήτων, καὶ τὴν κατὰ νόμον λατρείαν, καὶ τὰς ἀλόγους θυσίας, καὶ περιτομὴν, καὶ σάββατον, καὶ σκιώδη περιῤῥαντήρια μετὰ τὸ πανάγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων παραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας καὶ πίστιν εἰς τὸν ∆εσπό την Χριστὸν, καὶ τῆς καινῆς ∆ιαθήκης τὴν πολιτείαν. ∆ιδάσκονται δὲ καὶ πῶς εὔχεσθαι δεῖ, ὅπερ Ἰουδαῖοι μὲν προσδοκῶσιν, ἡμεῖς δὲ πληρωθῆναι διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας φαμὲν, πάντων πανταχόθεν προσιόντων τῷ σωτηρίῳ κηρύγματι, κρείττονά τε προσδεχομένων συνα γωγὴν ἐπὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἥτις ἀληθὴς οὖσα γῆ παρὰ τὴν παροῦσαν ἐπήγγελται, κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, ἔνθα 55.666 οἱ συναχθέντες εὐχαριστήσουσιν ὑπὲρ ὧν ἠξιώθησαν ἐπὶ τῇ τοῦ Σώσαντος αἰνέσει καυχώμενοι. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Ὑμ νητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμενος σωτηρίας. Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ. Τὸ γὰρ Γένοιτο, Ἀμὴν καὶ ἀμὴν ὁ Ἑβραῖοςκαλεῖ· ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς ἐκκλησίαις μεμένηκε, τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως διὰ τοῦ Ἀμὴν συντίθεσθαι τὸν λαὸν, καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέρειν, καὶ τὴν εὐλογίαν λαμβάνειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΨΑΛΜ. Ρ ςʹ. Ἀλληλούια.

αʹ. Πολλάκις ἀπεδείξαμεν ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ ∆ιαθήκη· οὐδὲν δὲ ἧττον

καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴ διον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων ἀνθρώπων σωτηρίαν προαγο ρεύει· ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκο λουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν εἶχε τῶν ὑπὸ τοῦ Θεοῦ πρὸς τοὺς πατριάρχας γεγενη μένων ἐπαγγελιῶν, καὶ τῶν τοῖς ἐκείνων ἐγγόνοις παρα σχεθεισῶν δωρεῶν· ὁ δὲ μετ' ἐκεῖνον πρὸς ταῖς εὐερ γεσίαις καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην. Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιαγράφηται τὰ ἡμέτερα, ὁρῶμεν καὶ τῆς ἡμετέρας σωτηρίας καὶ ἐν τῷδε τῷ ψαλμῷ τὰ θεσπίσματα· μᾶλλον γὰρ ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πάλιν ὑμνεῖν ὁ προφητικὸς παρακελεύεται λόγος τὸν εὐεργέτην Θεόν· αἰτίαν δὲ τῆς ὑμνῳδίας τὴν φιλανθρωπίαν εἶναί φησι. Ταῦτα δὲ λέ γειν ἂν εἶεν ἱκανοὶ οἱ περιστάσεις διαφυγόντες, ἐλέῳ Θεοῦ μόνῳ χωρίς