34
γινόμεναι διὰ τὸ παρεῖναι τὸν προαναφωνηθέντα ὑπ' αὐτῶν. 117 Ps 17,13b-15 Σκοτεινῶν νεφελῶν εἰς φῶς διὰ σαφηνείας προελθουσῶν οὐδεμίας ἀπολογίας ὑπολείπεται πρόφασις τοῖς ἁμαρτάνουσιν· διὸ εὐθέως τηλαυγήσει τῶν νεφελῶν ἀκολουθεῖ χάλαζαν καὶ ανθρακας πυρὸς ειναι. ειδη δὲ κολάσεων διὰ τῶν προσηγοριῶν σημαίνεται καὶ τῶν περὶ Χριστοῦ προφητευομένων ἐκβάσεως τετυχηκότων. ὁ θεὸς εὐθὺς οὐρανόθεν βροντᾷ, ητοι διὰ τῆς μεγαλοφωνίας τῶν πληρουμένων λόγων ὑπὸ ̓Ιησοῦ, η τῷ ἑκάστῃ διανοίᾳ ἐμβάλλειν θεολογίας ὑψολητάτους λόγους τὸν θεὸν περὶ τοῦ μονογενοῦς υἱοῦ, μόνον οὐχὶ τοῦτο κεκραγώς· Ουτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα, ἀλλὰ καὶ ἀποκαλύπτων τὸν υἱὸν αὐτοῦ φωνὴν δίδωσιν ὁ υψιστος τοῖς ὑψηλῶς περὶ Χριστοῦ διαλαβοῦσιν, οτε οὐχ αιμα καὶ σὰρξ αὐτοῖς ἀπεκάλυψεν ἀλλ' ὁ πατὴρ ὁ οὐράνιος τὸν ιδιον υἱόν. ωσπερ δὲ τοῖς παρεσκευασμένοις τὸν νοῦν πρὸς θεοπτίαν καὶ τὴν ἀκοὴν τοῦ εσω ἀνθρώπου διοίξασιν βροντᾷ ἐξ οὐρανοῦ ὁ κύριος καὶ ὁ υψιστος τὴν φωνὴν αὐτοῦ δίδωσιν, ιν' ὑπὸ τῆς οὐρανόθεν ἐρχομένης βροντῆς μετεωρισθέντες ἐκστῶσι μὲν τῶν γηΐνων, προσπελάσωσι δὲ τῷ οὐρανῷ, τὴν εἰκόνα τοῦ ἐπουρανίου φέροντες, καὶ τὰ ὑψηλὰ τῶν νοημάτων πρὸς τοῦ ὑψίστου διδόμενα λάβωσιν· ουτω τοῖς ἐναντίως διακειμένοις ἐξαποστέλλει βέλη ὁ κύριος ἱκανῶς εχοντα συνταράξαι τοὺς πρότερον περὶ τὸ κακὸν ὁμονοοῦντας. βέλη δὲ νῦν λέγει τοὺς προαναφωνοῦντας τὰς κολάσεις λόγους· ἱκαναὶ γὰρ αἱ ἀπειλαὶ ἐκταράξαι καὶ θορυβῆσαι τὴν ψυχήν, οτ' αν δὲ καὶ τὰς μετ' αἰνιγμάτων λεγομένας ἀπειλὰς σαφηνίσῃ καὶ φωτίσῃ ἀστραπῶν δίκην, τοὺς ὑπὸ τῶν βελῶν τῶν προειρημένων σκορπισθέντας συνταράξει. οἱ γὰρ σκορπιζόμενοι τὴν πρὸς τὸ κακὸν συμφωνίαν ἀποβάλλουσιν ὡς ἐν ταράχῳ καὶ συγχύσει γενόμενοι. 118 Ps 17,16a Τῶν προειρημένων ἁπάντων συμβεβηκότων, ὀφθήσονται αἱ πηγαὶ τῶν ὑδάτων. καὶ εἰ μὲν πηγάς τις λέγοι ὑδάτων τὰς ἐνεσπαρμένας ἡμῖν περὶ θεοῦ καὶ τῶν καλῶν ἐννοίας, ὀφθήσεσθαι ταύτας ἐρεῖ ἀναστελλομένης τῆς ἐπικειμένης τῇ ψυχῇ ἀγνοίας καὶ κακίας. αυται γὰρ περιαιρεθεῖσαι οὐκ ετι κρύψουσιν τὰς ἐν ἡμῖν πηγὰς τῶν ἀγαθῶν. εἰ δὲ καὶ πᾶσαν θεόπνευστον γραφὴν πνευματικὴν ὑπὸ ἀσαφείας κεκαλυμμένην πηγὰς ἐρεῖ ὀφθησομένας, ἐπίστησον· οτ' αν ουν ἐπιστρεψάντων ἡμῶν πρὸς κύριον περιαιρεθῇ τὸ τῆς ἀγνοίας καὶ ἀσαφείας κάλυμμα, ὀφθήσονται αἱ ἐγκείμεναι τῶν ὑδάτων πηγαὶ ὡς εὐκόλως ἀφ' ἑκάστης ἀρύεσθαι κατὰ τὸ ̓Αντλήσατε υδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. τοῦτο γὰρ τὸ υδωρ εὐφρασίας ἐστὶν παρεκτικὸν οὐσῶν σωτηρίου πηγῶν, αι ἀπενεμήθησαν τῷ διορατικῷ καὶ νῦν ὁρᾶν τὸν θεὸν εχοντι γένει κατὰ τὸ ̓Εν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν, ̓Ισραήλ. 119 Ps 17,16bc Τῆς οἰκουμένης ἐποικοδομήσης δι' ων πράττει καὶ λέγει καὶ νοεῖ θεμελίοις τισὶν προκαταβεβλημένοις, οὐκ αν ἁμάρτοις τὰς εξεις καὶ διαθέσεις θεμέλια λέγων τῆς οἰκουμένης· οτ' αν διασκορπίσῃ τοὺς φαύλους τοῖς βέλεσιν αὐτοῦ καὶ συνταράξῃ ἐκλάμψει τῶν ἀστραπῶν αὐτοῦ, τῶν κρυπτῶν τῶν ἀνθρώπων φανερῶν γινομένων, φωτίζοντος τοῦ θεοῦ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰ θεμέλια τῆς οἰκουμένης, ἀνακαλύψει βαθέα ἐκ σκότους ἀπὸ τῆς ἐπιτιμήσεως τῆς οἰκουμένης ὑπ' αὐτοῦ κατὰ πάντων. εἰ δὲ καὶ θεμέλια οἰκουμένης λέγει τις τοὺς θείους ανδρας διὰ τὸ ευτονον τοῦ βίου καὶ τὴν στερρότητα τῆς ἀρετῆς ἐφ' οις ἐποικοδομοῦνται οἱ κατὰ Χριστὸν πολιτευόμενοι, ἀνακαλύπτεσθαι καὶ τούτους τοὺς θεμελίους συμβήσεται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν ἁμαρτανόντων. τῆς γὰρ κολάσεως τούτων μὴ ἁπτομένης τῶν θεμελίων φανέρωσις καὶ ἀνακάλυψις αὐτῶν εσται. 120 Ps 17,16δ Οὐ παραυτὰ τοῖς ἁμαρτάνουσιν θεὸς ἐπαφεῖ τὰς τιμωρίας. εἰ γὰρ τοῦτο ἐγίνετο, τὸ πᾶν αρδην ἀπώλλυτο. ἀλλ' ἀγαθότητι καὶ φιλανθρωπίᾳ πολλῇ, ἑκάστοτε πλήθους ἁμαρτημάτων γινομένου, οὐ καθ'