1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

34

κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

Οὗ γενομένου τὸν ἐν πᾶσιν ὄντα υἱὸν διὰ τῆς τῶν πάντων ἐν οἷς ἐστιν ὁ υἱὸς ὑποταγῆς αὐτὸν ὑποτάσσεσθαι τῷ πατρὶ ἡ μεγάλη τοῦ Παύλου δια βεβαιοῦται σοφία. τίνα οὖν ἐπιθρυλεῖ τῷ πνεύματι τὴν καθάπαξ ὑποταγὴν ὁ Εὐνόμιος, οὐκ ἔστιν ἐκ τῆς προσριφείσης παρ' αὐτοῦ διδαχθῆναι φωνῆς, τῶν ἀλόγων ἢ τῶν αἰχμαλώτων ἢ τῶν οἰκετῶν ἢ τῶν σωφρονιζομένων τέκνων ἢ τῶν διὰ τῆς ὑποταγῆς σῳζομένων. ἡ γὰρ πρὸς τὸν θεὸν τῶν ἀνθρώπων ὑποταγὴ σωτηρία τοῖς ὑποτασσο μένοις ἐστὶ κατὰ τὴν τοῦ προφήτου φωνήν, ἥ φησιν ὑπο τάσσεσθαι τῷ θεῷ τὴν ψυχήν, ἐπειδὴ παρ' αὐτοῦ γίνεται διὰ τῆς ὑποταγῆς τὸ σωτήριον, ὡς εἶναι τὴν ὑποταγὴν τῆς 1 ἀπωλείας ἀλεξητήριον. ὥσπερ τοίνυν ἡ ἰατρικὴ τοῖς νο σοῦσι σπουδάζεται, οὕτω καὶ ἡ ὑποταγὴ τοῖς δεομένοις τῆς σωτηρίας. τὸ δὲ πνεῦμα τὸ ἅγιον τὸ ζωοποιοῦν τὰ πάντα ποίας ἐνδεές ἐστι ζωῆς, ἵνα διὰ τῆς ὑποταγῆς τὴν σωτηρίαν ἑαυτῷ κατακτήσηται; ἐπειδὴ τοίνυν οὔτε ἀπό τινος θείας φωνῆς τὸ τοιοῦτον ἐπιθρυλεῖν ἔχει τῷ πνεύματι οὔτε ἐκ τῆς τῶν εἰκότων λογισμῶν ἀκολουθίας ταύτην κατὰ τοῦ ἁγίου πνεύματος τὴν βλασφημίαν προήκατο, δῆλον ἂν εἴη τοῖς γε νοῦν ἔχουσιν, ὅτι ἀσυνηγόρητον ἐκτίθεται κατ' αὐτοῦ τὴν ἀσέβειαν, οὔτε μαρτυρίᾳ τινὶ γραφικῇ οὔτε μὴν ἀκολουθίᾳ λογισμῶν κρατυνομένην. 2 Προστίθησι δὲ τούτοις ὅτι οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος· εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμενος· μονογενὴς γάρ ἐστιν ὁ υἱὸς οὐδένα ἔχων ὁμογενῆ. ἐγὼ μὲν εἴ γε τοῦτο μόνον τῷ λόγῳ προσέθηκε, τὸ μὴ εἶναι πατέρα τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, μάταιον καὶ οὕτως ἂν ᾤμην τοῖς παρὰ μηδενὸς ἀμφισβητουμένοις ἐμφιλοχωρεῖν, ἐκεῖνα περὶ αὐτοῦ νοεῖν κωλύοντα, ἅπερ οὐδ' ἂν τῶν ἄγαν τις ἀνοήτων ὑπο νοήσειεν. ἐπειδὴ δὲ διὰ τῶν ἀνοικείων τε καὶ ἀπροσκόλλων κατασκευάζειν ἐπιχειρεῖ τὴν ἀσέβειαν, δι' ὧν μὴ εἶναι λέγει τοῦ μονογενοῦς πατέρα τὸ πνεῦμα τὸ ἅγιον, διὰ τού των ἀποδεικνύειν οἰόμενος τὸ εἶναι ὑποτεταγμένον καὶ ὑπο χείριον, τούτου χάριν εἰς ἔλεγχον τῆς ἀνοίας αὐτοῦ τῶν ῥημάτων τούτων τὴν μνήμην ἐποιησάμην, ὃς οἴεται ἀπο δεικνύειν ὑποτεταγμένον τῷ πατρὶ τὸ πνεῦμα, διότι οὐκ 3 ἔστι πατὴρ τοῦ μονογενοῦς τὸ πνεῦμα. ἐκ ποίας γὰρ τὸ τοιοῦτον ἀνάγκης κατασκευάζεται ὡς, εἰ μὴ πατὴρ εἴη, καὶ ὑποτετάχθαι πάντως; εἰ μὲν οὖν ἀποδέδεικτο ταὐτὸν εἶναι τῷ σημαινομένῳ πατέρα καὶ τύραννον, ἀκόλουθον ἦν περὶ τὸν πατέρα νοηθείσης τῆς τυραννίδος ὑποτετάχθαι λέγειν τὸ πνεῦμα τῷ κατὰ τὴν ἐξουσίαν προέχοντι. εἰ δὲ διὰ τοῦ πατρὸς ἡ πρὸς τὸν υἱὸν σχέσις νοεῖται μόνη, οὐδὲν δὲ τυραννικὸν καὶ ἐξουσιαστικὸν νόημα διὰ ταύτης τῆς φωνῆς παρεισάγεται, πῶς ἀκολουθεῖ τῷ μὴ εἶναι πατέρα τοῦ υἱοῦ 4 τὸ ὑποτετάχθαι τὸ πνεῦμα; οὔτε τῷ υἱῷ, φησί, συν εξισούμενον. πῶς ταῦτά φησι; τὸ γὰρ ἄφθαρτόν τε καὶ ἄτρεπτον καὶ κακοῦ παντὸς ἀνεπίδεκτον καὶ ἀεὶ ὡσαύτως ἐν τῷ ἀγαθῷ διαμένον οὐδεμίαν ἔχει παραλλαγὴν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ἐπίσης γὰρ τὸ τοῦ πνεύματος ἄφθαρτον τῆς φθορᾶς ἠλλοτρίωται καὶ τὸ τῇ φύσει ἀγαθὸν ὡσαύτως τοῦ ἐναντίου κεχώρισται καὶ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον ὁμοίως ἀνενδεῶς ἔχει τοῦ πλείονος. ταῦτα δὲ πάντα λέγειν περὶ τοῦ πνεύματος ἡ θεόπνευστος διδάσκει γραφή, ἀγαθὸν καὶ σοφὸν καὶ ἄφθαρτον καὶ ἀθάνατον καὶ πάντα τὰ ὑψηλὰ καὶ [τὰ] θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα προσμαρτυροῦσα τῷ πνεύματι. εἰ οὖν ἐν οὐδενὶ τούτων ἠλάττωται, [ἐν] τίνι τὸ ἄνισον τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαμετρεῖ ὁ Εὐνόμιος; 5 Μονογενὴς γάρ ἐστι, φησίν, ὁ υἱός, οὐδένα ἔχων ἀδελφὸν ὁμογενῆ. ἀλλὰ περὶ τοῦ μὴ δεῖν μετὰ ἀδελφῶν νοεῖν τὸν μονογενῆ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως διειλήφαμεν. τὸ δὲ παρὰ τού του νῦν διὰ κακουργίας προσριφὲν τῷ λόγῳ προσήκει μὴ παραδραμεῖν ἀνεξέταστον. τοῦ γὰρ ἐκκλησιαστικοῦ δόγμα τος μίαν ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ δύναμίν τε καὶ ἀγαθότητα καὶ οὐσίαν καὶ