34
ἤκουσαν; Ταῦτα ἃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Εἰ δὲ καὶ φωνῆς ἤκουσαν, καὶ εἶδον αὐτὸν ἐκεῖνοι, ἀλλ' οὐκ ἐν σαρκὶ, οὐδὲ οὕτω τοῖς ἀνθρώποις συναναστρεφόμενον, οὐδὲ μετὰ τοσαύτης αὐτοῖς ὁμιλοῦντα τῆς ἀδείας. Τοῦτο γοῦν καὶ αὐτὸς δηλῶν, οὐχ ἁπλῶς εἶπεν· Ἐπεθύμησαν ἰδεῖν ἐμέ· ἀλλὰ τί; Ἃ ὑμεῖς βλέπετε· οὐδὲ, Ἀκοῦσαι ἐμοῦ· ἀλλὰ τί; Ἃ ὑμεῖς ἀκούετε. Ὥστε εἰ καὶ μὴ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐθεάσαντο, ἀλλ' ὅμως ᾔδεσαν αὐτὴν ἐσομένην, ἧς καὶ ἐπεθύμουν· καὶ ἐπίστευον εἰς αὐτὸν, καὶ μὴ ἑωρακότες αὐτὸν ἐν σαρκί. Ὅταν οὖν ἐγκαλῶσιν ἡμῖν Ἕλληνες ταῦτα λέγοντες· Τί δὲ τὸν ἔμπροσθεν ἐποίει χρόνον ὁ Χριστὸς, τὸ τῶν ἀνθρώπων οὐκ ἐπισκοπούμενος γένος; καὶ τί δήποτε ἐν ἐσχάτῳ τῆς ἡμετέρας ἦλθεν ἀντιληψόμενος σωτηρίας, τοσοῦτον ἀμελήσας χρόνον ἡμῶν; ἐροῦμεν, ὅτι καὶ πρὸ τούτου ἐν τῷ κόσμῳ ἦν, καὶ προενόει τῶν ἔργων αὐτοῦ, καὶ γνώριμος τοῖς ἀξίοις ἅπασιν ἦν. Εἰ δὲ διὰ τὸ μὴ πάντας αὐτὸν τότε ἐπεγνωκέναι, ἀλλὰ παρὰ τῶν γενναίων αὐτὸν καὶ ἐναρέτων ἐκείνων μόνων ἐγνῶσθαι, φαίητε μὴ γνωρίζεσθαι· κατὰ τοῦτο οὐδὲ νῦν ὁμολογήσετε προσκυνεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀνθρώπων, ἐπειδὴ μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασιν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ παρόντος οὐδεὶς ἂν διὰ τοὺς ἀγνοοῦντας αὐτὸν τοῖς εἰδόσι διαπιστήσειεν· οὕτως οὐδὲ ὑπὲρ τῶν ἔμπροσθεν χρόνων ἀμφισβητεῖν χρὴ, ὅτι πολλοῖς, μᾶλλον δὲ πᾶσιν ἔγνωστο τοῖς γενναίοις καὶ θαυμασίοις ἀνδράσιν ἐκείνοις. βʹ. Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν μὴ πάντες προσεῖχον αὐτῷ, μηδὲ πάντες αὐτὸν ἐθεράπευον τότε, ἀλλὰ μόνοι οἱ δίκαιοι; ἐρήσομαι κἀγὼ, τίνος ἕνεκεν μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασι; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Τὸν γὰρ Πατέρα τὸν τούτου, διατί μὴ πάντες, μήτε τότε, μήτε νῦν ἔγνωσαν· ἀλλ' οἱ μὲν αὐτομάτως ἅπαντα φέρεσθαι λέγουσιν, οἱ δὲ δαιμονίοις τὴν τοῦ παντὸς ἐπιτρέπουσι πρόνοιαν· εἰσὶ δὲ οἳ καὶ ἕτερον παρὰ τοῦτον ἀναπλάττουσι θεόν· τινὲς δὲ αὐτῶν καὶ τὴν ἀντικειμένην εἶναι βλασφημοῦσιν αὐτοῦ δύναμιν, καὶ τοὺς νόμους αὐτοῦ, πονηροῦ τινὸς δαίμονος εἶναι νομίζουσι; Τί οὖν; παρὰ τοῦτο οὔτε Θεὸν αὐτὸν φήσομεν εἶναι, ἐπειδή τινές εἰσιν οἱ τοῦτο λέγοντες, καὶ πονηρὸν αὐτὸν ὁμολογήσομεν εἶναι; καὶ γὰρ καὶ τοῦτό εἰσιν οἱ βλασφημοῦντες αὐτόν. Ἄπαγε τῆς παραφροσύνης καὶ τῆς ἐσχάτης παραπληξίας. Εἰ γὰρ μέλλοιμεν ἀπὸ τῆς τῶν μαινομένων κρίσεως χαρακτηρίζειν τὰ δόγματα, οὐδὲν κωλύει μαίνεσθαι καὶ αὐτοὺς μανίαν χαλεπωτάτην. Εἶτα, ἥλιον μὲν οὐδεὶς λυμαντικὸν ὀφθαλμῶν εἶναι φήσει διὰ τοὺς νοσοῦντας τὰς ὄψεις, ἀλλὰ φωτιστικὸν, ἀπὸ τῶν ὑγιαινόντων λαμβάνων τὰς κρίσεις· καὶ τὸ μέλι δὲ οὐδεὶς πικρὸν προσερεῖ, ἐπειδὴ τοῦτο τῇ αἰσθήσει τῶν ἀῤῥώστων δοκεῖ· τὸν δὲ Θεὸν ἀπὸ τῆς τῶν ἀσθενούντων ὑπολήψεως, ἢ μὴ εἶναι, ἢ πονηρὸν εἶναι, ἢ ποτὲ μὲν προνοεῖν, ποτὲ δὲ μηδὲ ὅλως τοῦτο ποιεῖν ψηφιοῦνταί τινες; Καὶ τίς ἂν τοὺς τοιούτους ὑγιαίνειν φήσειεν, ἀλλ' οὐκ ἐξεστηκέναι καὶ παραπαίειν, καὶ μαίνεσθαι τὴν ἐσχάτην μανίαν; Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, φησίν. Ἀλλ' ὧν ὁ κόσμος οὐκ ἦν ἄξιος, οὗτοι αὐτὸν ἔγνωσαν. Εἰπὼν δὲ καὶ τοὺς μὴ γνόντας αὐτὸν, ἐν βραχεῖ καὶ τὴν αἰτίαν 59.68 τῆς ἀγνοίας ἔθηκεν. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι οὐδεὶς αὐτὸν ἔγνω, ἀλλ' ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω τουτέστιν, οἱ τῷ κόσμῳ μόνῳ προσηλωμένοι, καὶ τὰ τοῦ κόσμου φρονοῦντες ἄνθρωποι. Οὕτω γὰρ εἴωθε καλεῖν αὐτοὺς καὶ ὁ Χριστὸς, ὡς ὅταν λέγῃ· Πάτερ ἅγιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Οὐκ ἄρα αὐτὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα αὐτοῦ ὁ κόσμος ἠγνόησε, καθάπερ ἐλέγομεν. Οὐδὲν γὰρ οὕτω θολοῖ διάνοιαν, ὡς τὸ προστετηκέναι τοῖς παροῦσι. Ταῦτ' οὖν εἰδότες, ἀποστήσατε ἑαυτοὺς τοῦ κόσμου, καὶ τῶν σαρκικῶν ἀποῤῥήξατε πραγμάτων, καθόσον οἷόν τε. Οὐδὲ γὰρ ἐν τοῖς τυχοῦσιν ὑμῖν ἀπὸ τούτων ἡ ζημία γίνεται, ἀλλ' ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Οὐ γὰρ ἔστιν ἄνθρωπον τῶν κατὰ τὸν παρόντα βίον ἀντεχόμενον πραγμάτων σφοδρῶς δυνηθῆναι ἐπιλαβέσθαι τῶν ἐν τοῖς οὐρανοῖς γνησίως· ἀλλὰ ἀνάγκη τὸν περὶ ταῦτα ἐσπουδακότα ἐκείνων ἐκπεσεῖν. Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· ἀνάγκη γὰρ ἑνὸς ἔχεσθαι, καὶ τὸν