1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

34

τινος ἐξ ἡμῶν συντελείας. Ὁ δὲ τοιοῦτος ἔλεος τοῖς μὲν τυχοῦσί τινος προσκαίρου βραχύς· τοῖς δὲ τῶν αἰωνίων ἀξιουμένοις αἰώνιος. Εἴρηται γοῦν, Τῷ ἐλέῳ αἰωνίῳ ἠλέησά σε, πρὸς τοῦ ποιοῦντος ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτὸν, ἑτοιμάζοντος αὐτοῖς Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε· συν ωνυμεῖ δὲ τὸ ἀγαθὸν τῷ χρηστῷ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. Τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τοῦ προ τέρου δηλώσας ψαλμοῦ, ἐν ᾧ ἦν καὶ τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· νῦν τὴν τῶν ἐθνῶν δηλοῖ κλῆσιν πανταχόθεν τῆς οἰκουμένης διὰ τοῦ Σωτῆρος συν αγομένων καὶ ἁρπαζομένων ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐπὶ τὴν ἁγίαν αὐτοῦ Ἐκκλησίαν. Μάτην γὰρ Ἰουδαῖοι προσδοκῶσιν ἐκ τῶν ἐθνῶν συναχθέντες καθ' ἑαυτοὺς τὴν Ἰουδαίαν οἰκήσειν. Ἐν χιλίοις γὰρ ἔτεσιν ἀπὸ τῆς εἰς Βαβυλῶνα γενομένης αἰχμαλωσίας τοῦτο μὲν οὐ γέ γονεν, ἡ δὲ τῶν ἐθνῶν κλῆσις διὰ τῶν ἔργων ἀπήντηκε. Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατο λῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν· κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι· τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλησίαν ἐν ἅπασι τῆς οἰκουμέ νης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε, καὶ τοιούτους συλλό γους πανταχοῦ γῆς καὶ θαλάττης ἐστὶν ἰδεῖν. Ἐπὶ μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται, τῶν μὲν ἀπὸ Βαβυ λῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ' ἐκεῖνο τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου καὶ τῶν πλησιοχώρων ἐθνῶν. Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Ἦν γὰρ τοῖς ἀπὸ τῶν ἐθνῶν πρότερον ἄνυδρός τε καὶ ἄγονος ἡ ζωή· ἐπλανήθησάν τε ἔθνη ὄντες ἄλογα πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, ἀλλότριοί τε τῆς πολιτείας τοῦ Ἰσραὴλ, λιμῷ τε καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, τῷ λογικῆς ἐστερῆσθαι τροφῆς, ποτοῦ τε πνευματικοῦ, κατὰ τὸ, Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἀλλὰ καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος. Ἔρημος γὰρ ὑπῆρχε Θεοῦ, καὶ τῆς πνευ ματικῆς ἀρδείας δουλεῦον ἐκεῖ ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος· καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι 55.667 ὄντες, καθώς φησιν ὁ Ἀπόστολος. Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὔτε γὰρ Ἰουδαῖοι διαφυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα κατα λαβεῖν, οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπίσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν δὲ ἐνταῦθα νοητέον τὴν εὐσεβῆ πολι τείαν. Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπε. Θείας διδασκαλίας λιμὸς καὶ τούτους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυλῶνι δου λεύοντες καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λα τρείαν πληροῦν οὐκ ἐδύναντο· τὰ δὲ ἔθνη πάλιν οὔτε νόμον θεῖον ἐδέξατο, οὔτε πνευματικῆς διδασκαλίας ἀπέλαυε, δι' ὧν αἱ ψυχαὶ πεφύκασι τρέφεσθαι. Τοῦτον μέντοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός· Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου. Καὶ ἐνέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς. Τῶν μὲν Ἰουδαίων οἱ εὐσεβέστεροι τῷ Θεῷ τὴν ἱκετείαν προσήνεγκαν· καὶ τοῦτο ἡμᾶς ἡ τοῦ ∆ανιὴλ προφητεία διδάσκει· καὶ αὐτὸς γὰρ καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ὑπὲρ ἁπάντων ποτνιώμενοι τὸν θεῖον ἐξῄτησαν ἔλεον. Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς καὶ θρήνοις ἀπαραμυθήτοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλπίδα· οὐ μὴν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐξῄτησαν. Εἶδε δὲ ὅμως στένοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξε. Τῶν γὰρ ἐθνῶν, ὡς ἔφην, ταλαιπωρουμένων ἐν τῇ τῶν εἰρημένων ἀγαθῶν στερήσει, οἱ προεστῶτες αὐ τῶν ἄγγελοι τοῦ Θεοῦ, οἷα δὴ ποιμένες τῆς ἀνθρωπίνης ἀγέλης, ἐβόων