1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

35

ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει. καὶ τοῦτό ἐστιν τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς ἑαυτοῦ διὰ τὸ προαναφωνεῖν τῆς ὀργῆς τὰς κολάσεις· Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. 121 Ps 17,17-19a ̓Εξ ὑδάτων πολλῶν, ητοι τῶν ταραχωδῶν καὶ ἁλμυρῶν πραγμάτων τοῦ βίου τροπικῶς θαλάττης ὀνομαζομένων η ἀντικειμένων δυνάμεων συγκεχυμένων καὶ τεταραγμένων· ἐπίστησον δὲ εἰ καὶ δόγματα τῆς ἀθεότητος υδωρ ἐστὶν πολὺ οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην. δυνατοὺς δὲ ἐχθροὺς ἐξ ων ῥύεται ὁ θεὸς τοὺς ἀοράτους ῥητέον, τάχα δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς ἀνθρώπους καὶ τοὺς ἀπατᾶν προτιθεμένους διὰ ψευδωνύμου γνώσεως, οτ' αν δεινοὶ περὶ σοφιστείαν ωσιν. οὐχ ἁμάρτοι δέ τις καὶ τοὺς ἰδίους λογισμούς, οτ' αν δυσαρεστῶνται τῇ προνοίᾳ η καὶ περὶ αλλην ἀσέβειαν ἐπανέχωσιν, ἐχθροὺς δυνατοὺς λέγων, καὶ ῥυσθῆναι ἐκ τῶν μισούντων, οτ' αν ὑπὲρ αὐτὸν κραταιωθῶσιν, ἀξιοῖ, μισούντων δὲ μάτην· οὐδὲ εις γὰρ διὰ τὸ φαῦλος ειναι μισούμενος παρρησιάσεται πρὸς θεὸν ταύτην τὴν εὐχὴν εἰπεῖν, ἀλλ' οτ' αν διὰ Χριστὸν καὶ τὸν ὀρθὸν βίον μισῆται παρὰ τῶν ἁμαρτωλῶν τῶν τὴν θεοσέβειαν βδελυττομένων· ελεγχον γὰρ τῆς ἑαυτῶν πολιτείας ἡγοῦνται τὴν τοῦ δικαίου ἀναστροφήν. ουτοι δὲ οἱ μισητικῶς πρὸς τὸν δίκαιον εχοντες τότε μάλιστα ἐπιτίθενται, οτ' αν κακώσεως καιρὸς ἐνστῇ. τὸ γὰρ κρίμα τῆς προνοίας ἀγνοοῦντες οὐ δι' αλλο τι η δι' ἁμαρτίας θλίβεσθαι τὸν δίκαιον ὑπολαμβάνουσιν ὡς οἱ διαλεγόμενοι τῷ ̓Ιώβ. τοῦ γὰρ θεοῦ θλίψεσιν αὐτὸν ὑποβαλόντος οπως ἀναδειχθῇ δίκαιος, εφασκον ἐκεῖνοι ἀσεβείας καὶ ἁμαρτίας χάριν τούτοις περιπεπτωκέναι τὸν ανδρα· ἀλλὰ καὶ κατὰ τοῦ πταίοντος ἰσχυροὶ πάντες οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ διάβολος, ὡς νοεῖσθαι νῦν κάκωσιν τὴν ἁμαρτίαν. 122 Ps 17,19b ̓Εν ἡμέρᾳ γὰρ κακώσεως οτ' αν τις πρὸς τὸν θεὸν καταφύγῃ εξει αὐτὸν ἀντιστήριγμα αὐτοῦ γινόμενον, τουτέστιν ἀντιστηρίζοντα αὐτὸν ινα μὴ κλονηθεὶς καταπέσῃ. καὶ περὶ τῆς τελείας γοῦν ψυχῆς ἀντιστήριγμα τὸν θεὸν λόγον ἐχούσης θαυμαστικῶς οἱ ἀποδεχόμενοι τὴν ἀνάβασιν καὶ λάμπρυνσιν αὐτῆς φάσκουσιν· Τίς αυτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφὸν αὐτῆς; 123 Ps 17,20a ̓Αντιστήριγμα γὰρ ὁ κύριος γινόμενός τινι ἐξάγει αὐτὸν ἐκ τῆς στενότητος τῶν θλιβερῶν, πλατυσμὸν αὐτῷ δωρούμενος κατὰ τὸ ̓Εν θλίψει ἐπλάτυνάς μοι. ἐν θλίψει δὲ πλατύνεταί τις οὐκ εξω τῆς θλίψεως πάντως γινόμενος ἀλλὰ γενναίως καὶ εὐλαβῶς πρὸς αὐτὴν τεταμένος. 124 Ps 17,20b-21 ̔Ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, καν οτι μάλιστα πλείστην εχωσι δύναμιν· ἠθέλησεν γάρ με πάντα τὰ θελήματα αὐτοῦ ποιοῦντα. Πάνυ γε καθαροῦ καὶ τελείου ἡ παρρησία, μηδὲν καν τὸ βραχύτατον καταγινώσκοντος ἑαυτοῦ, οθεν οἱ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ σωτῆρος εἰρῆσθαι θέλοντες καὶ ταύτην τὴν λέξιν προσάπτουσιν αὐτῷ πεπειραμένῳ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. δικαιοσύνην δὲ τὴν καθόλου πρακτικὴν ἀρετὴν λέγει, καθαριότητα δὲ χειρῶν τὰς πρακτικὰς ἐνεργείας καθαρὰς καὶ ἀμολύντους γινομένας τῷ ἀπὸ βελτίστης εξεως ἐπιτελεῖσθαι· πολλαχοῦ γὰρ τὰς χεῖρας ἐπὶ τῶν πρακτικῶν δυνάμεων λεγομένας εστιν εὑρεῖν. 125 Ps 17,22 Ταῦτα δὲ οὐκ ἀλαζονικῶς φησιν, ως τινες οιονται, ἀλλ' ἀνατιθεὶς τῷ θεῷ τὴν αἰτίαν τῶν κατορθωμάτων. φυλάσσει δὲ τὰς ὁδοὺς κυρίου ὁ ταῖς ἐντολαῖς αὐτοῦ πορευόμενος, καὶ οὐκ ἀσεβεῖ ἀπὸ τοῦ θεοῦ ἑαυτοῦ ὁ ὀρθῶς περὶ τῶν τῆς ἀληθείας δογμάτων διειληφώς, ἀμέμπτως περὶ θεοῦ ἐννοῶν καὶ ἁγίως περὶ Χριστοῦ διαλαμβάνων καὶ εὐσεβῶς περὶ τοῦ ἁγίου πνεύματος ἐνθυμούμενος καὶ περὶ τῶν αλλων δογμάτων ον δεῖ τρόπον δοξάζων. 126 Ps 17,23a Εἰ γὰρ καὶ ἀνεξεύρητα τὰ κρίματα αὐτοῦ καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ' ουν δυνατὸν ἐνώπιον αὐτὰ εχοντα μὴ δυσαρεστεῖσθαι τῇ προνοίᾳ μηδὲ ἀσεβεῖν εἰς τὸν προνοούμενον. εἰ γὰρ καὶ μὴ καταλαμβάνωμεν ἀλλά γε διατεθέντες οτι θεοῦ κρίσει