1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

35

ᾠκημένων τὰ πρότερα καὶ γῆν γεωργούντων ἐργασίαν τε τὴν κατὰ θάλασσαν ἐργαζομένων, ὅπερ μοι αὐτόπτῃ ἐπὶ πλεῖστον γεγονέναι τετύχηκε, πῶς ἄν τις τὸ πλῆθος διαριθμεῖσθαι ἱκανὸς εἴη τῶν πάντων ἀνθρώπων; τούτων δὲ πολλῷ ἔτι πλείους Μαυρούσιοι ἦσαν ἐνταῦθα, οἷς δὴ ἅπασι ξύν 18.8 τε γυναιξὶ καὶ γόνῳ διεφθάρθαι ξυνέβη. πολλοὺς δὲ αὖ τὴ καὶῬωμαίων στρατιωτῶν καὶ τῶν αὐτοῖς ἐκ Βυζαντίου ἐπισπομένων ἡ γῆ ἔκρυψεν. ὥστε εἴ τις μυριάδας ἀνθρώπων ἔν γε Λιβύῃ πεντακοσίας ἰσχυρίζεται ἀπολωλέναι, οὐκ ἄν ποτε τῷ πράγματι, οἶμαι, 18.9 διαρκῶς εἴποι. αἴτιον δὲ ὅτι Βανδίλων εὐθὺς ἡσσημένων οὐχ ὅπως κρατύνηται τὴν τῆς χώρας ἐπικράτησιν ἐπιμελές οἱ ἐγίνετο, οὐδ' ὅπως οἱ ἡ τῶν ἀγαθῶν φυλακὴ ἐν τῷ ἀσφαλεῖ εὐνοίᾳ τῶν κατηκόων εἴη προὐνόησεν, ἀλλὰ Βελισάριον αὐτίκα μελλήσει οὐδεμιᾷ μετεπέμπετο, τυραννίδα οἱ οὐδαμόθεν προσήκουσαν ἐπεγκαλέσας, ὅπως τὸ ἐνθένδε διοικούμενος κατ' ἐξουσίαν Λιβύην καταπιὼν ὅλην ληΐζηται. 18.10 Τιμητὰς ἀμέλει τῆς γῆς εὐθὺς ἔπεμπε καὶ φόρους ἐπετίθει πικροτάτους τινὰς οὐ πρότερον ὄντας. καὶ τῶν χωρίων προσεποιεῖτο, εἴ τι ἄριστον ἦν, καὶἈρεια18.11 νοὺς τῶν ἐν σφίσιν αὐτοῖς μυστηρίων εἶργε. καὶ ταῖς στρατιωτικαῖς συντάξεσιν ὑπερήμερος ἦν, καὶ ἄλλως τοῖς στρατιώταις ἐγεγόνει βαρύς. ἐξ ὧν αἱ στάσεις 18.12 φυόμεναι τετελευτήκασιν εἰς ὄλεθρον μέγαν. οὐ γὰρ μένειν ἐν τοῖς καθεστῶσί ποτε ἴσχυεν, ἀλλὰ ξυγχεῖν τε καὶ ἀναθολοῦν ἐπεφύκει πάντα. 18.13Ἰταλία δὲ οὐχ ἧσσον ἢ τριπλασία Λιβύης οὖσα ἔρημος ἀνθρώπων πολλῷ μᾶλλον ἔτι ἢ ἐκείνη πανταχόθι γεγένηται. ὥστε δὴ μέτρου τῶν κἀνταῦθα 18.14 ἀνῃρημένων ἐγγύθεν ἡ δήλωσις ἔσται. ἡ γὰρ αἰτία τῶν ἐνἸταλίᾳ ξυμπεπτωκότων ἤδη μοι ἔμπροσθεν δεδιήγηται. ἅπαντά τε γὰρ ὅσα ἐν Λιβύῃ, κἀνταῦθα 18.15 αὐτῷ ἡμαρτήθη. καὶ τοὺς καλουμένους λογοθέτας προσεπιπέμψας ἀνεχαίτισέ τε καὶ διέφθειρεν εὐθὺς 18.16 ἅπαντα. κατέτεινε δὲ ἡ Γότθων ἀρχὴ πρὸ τοῦδε τοῦ πολέμου ἐκ Γάλλων τῆς γῆς ἄχρι τῶν ∆ακίας ὁρίων, 18.17 οὗ δὴ πόλις τὸ Σίρμιόν ἐστι. Γαλλίας μὲν οὖν καὶ Βενετίων γῆν τὴν πολλὴν Γερμανοὶ ἔσχον, ἐπειδὴ 18.18 ἀφίκετο ἐςἸταλίαν ὁῬωμαίων στρατός. Σίρμιον δὲ καὶ τὰ ἐκείνῃ χωρία Γήπαιδες κατέχουσιν, ἅπαντα μέντοι συλλήβδην εἰπεῖν ἀνθρώπων παντελῶς ἔρημα. 18.19 τοὺς μὲν γὰρ ὁ πόλεμος, τοὺς δὲ νόσος τε καὶ λιμὸς 18.20 διεχρήσαντο, ἃ δὴ τῷ πολέμῳ ἕπεσθαι πέφυκεν.Ἰλλυριοὺς δὲ καὶ Θρᾴκην ὅλην, εἴη δ' ἂν ἐκ κόλπου τοῦἸονίου μέχρι ἐς τὰ Βυζαντίων προάστεια, ἐν τοῖςἙλλάς τε καὶ Χερρονησιωτῶν ἡ χώρα ἐστὶν, Οὖννοί τε καὶ Σκλαβηνοὶ καὶἌνται σχεδόν τι ἀνὰ πᾶν καταθέοντες ἔτος, ἐξ οὗἸουστινιανὸς παρέλαβε τὴνῬωμαίων ἀρχὴν, ἀνήκεστα ἔργα εἰργάσαντο τοὺς ταύτῃ 18.21 ἀνθρώπους. πλέον γὰρ ἐν ἑκάστῃ ἐσβολῇ οἶμαι ἢ κατὰ μυριάδας εἴκοσιν εἶναι τῶν τε ἀνῃρημένων καὶ ἠνδραποδισμένων ἐνταῦθαῬωμαίων, ὥστε τὴν Σκυθῶν ἐρημίαν ἀμέλει ταύτης πανταχόσε τῆς γῆς ξυμβαίνειν εἶναι. 18.22 Τὰ μὲν οὖν ἐν Λιβύῃ τε καὶ Εὐρώπῃ κατὰ τὸν πόλεμον ξυνενεχθέντα τοιαῦτά ἐστι. Σαρακηνοὶ δὲ τοὺς ἑῴουςῬωμαίους ἐκ τῆς Αἰγύπτου μέχρι τῶν Περσίδος ὁρίων πάντα τοῦτον τὸν χρόνον διηνεκῶς καταθέοντες οὕτω δὴ ἐνδελεχέστατα κατειργάσαντο, ὥστε ὀλιγανθρωπότατα ξύμπαντα ἐγεγόνει τὰ ἐκείνῃ χωρία, καὶ οὐ μήποτε ἀνθρώπῳ, οἶμαι, δυνατὰ ἔσται τὸ μέτρον τῶν οὕτως ἀπολωλότων διερευνωμένῳ εὑ18.23 ρέσθαι. Πέρσαι τε καὶ Χοσρόης τετράκις μὲν ἐμβάλλοντες ἐς τὴν ἄλληνῬωμαίων ἀρχὴν τάς τε πόλεις καθεῖλον καὶ τοὺς ἀνθρώπους οὓς ἂν λάβοιεν ἔν τε πόλεσι ταῖς ἁλισκομέναις καὶ χώρᾳ ἑκάστῃ τοὺς μὲν κτείνοντες, τοὺς δὲ ξὺν αὑτοῖς ἐπαγόμενοι, ἔρημον τὴν γῆν κατεστήσαντο τῶν ἐνοικούντων, ᾗπερ αὐτοὺς 18.24 ἐπισκῆψαι ξυνέπεσεν. ἐξ οὗ δὲ καὶ εἰς γῆν τὴν Κολχίδα ἐσήλασαν, αὐτοῖς τε καὶ Λαζοῖς καὶῬωμαίοις διαφθείρεσθαι μέχρι δεῦρο ξυμβαίνει. 18.25 Οὐ μέντοι οὐδὲ Πέρσαις ἢ Σαρακηνοῖς ἢ Οὔννοις ἢ τῷ Σκλαβηνῶν γένει ἢ τῶν ἄλλων βαρβάρων τισὶν ἀκραιφνέσιν ἐκῬωμαίων τῆς γῆς ξυνηνέχθη ἀπαλ18.26 λαγῆναι. ἔν τε γὰρ ταῖς ἐφόδοις καὶ πολλῷ ἔτι μᾶλλον ἔν τε