36
ταῦτα ἐπιτελεῖται, εὐαρεστούμεθα αὐτοῖς. καὶ αὐτὸ δὲ τὸ ονομα τὸ Κρίματα τὴν ὀρθότητα τῆς διοικήσεως σημαίνει· ἐμπεριέχεται γὰρ καὶ συνεξακούεται τῷ κατὰ δικαιοσύνην γεγονέναι, τῶν παρὰ τὸ ὀρθὸν ἐπιτελουμένων κριμάτων αὐτὸ τοῦτο ἀδίκων καὶ διεστραμμένων. Ενεκεν γὰρ τούτου, φησίν, ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. 127 Ps 17,23b Τῶν τοῦ θεοῦ, φησίν, δικαιωμάτων ἀντέχομαι· ἀναχωροῦσι γὰρ ἐκείνων τῶν μὴ περιεχομένων αὐτῶν. δικαιώματα δὲ ῥητέον τὰ κατ' ἰσότητα καὶ δικαιοσύνην νενομοθετημένα, ὡς τὸ ̓Εὰν κτήσῃ παῖδα ̔Εβραῖον, καὶ τὰ ἑξῆς. τούτων γὰρ ἁπάντων προτέτακται Καὶ ταῦτα τὰ δικαιώματα α παραθήσεις, καὶ τὰ ἑξῆς. δύναται δὲ τὰ αμα τοῖς δικαιώμασιν ὠνομασμένα κρίματα σημαίνειν τοὺς δεδοκιμασμένους καὶ ἐξητασμένους τοῦ θεοῦ λόγους· ουτοι γὰρ διὰ τὸ μὴ ἐλέγχεσθαι η ἀνατρέπεσθαι κεκριμένοι οντες κρίματα ειρηνται· ταύτῃ γὰρ καὶ οἱ λογισμοὶ τῶν δικαίων κρίματα, τουτέστιν ἠκριβωμένοι καὶ δεδοκιμασμένοι, καὶ αὐτὸ τοῦτο κανόσιν ἐοικότες. 128 Ps 17,24a Τάχα οἱ μὴ διὰ θεὸν ἀλλὰ διὰ δόξαν η ετερόν τι τὸ αμωμον εχοντες καὶ ἀναμάρτητον αμωμοι μὲν ειναι δύνανται, οὐ μὴν μετὰ θεοῦ· οἱ δὲ διὰ θεόν τ' ἀγαθὸν καὶ μὴ αλλου του χάριν ἀσπασάμενοι μετὰ θεοῦ εἰσιν αμωμοι· αυτη γὰρ ἡ πρὸς θεὸν ενωσις ἀμώμους καὶ ἀγαθοὺς φυλάττει. οἱ δὲ ἀποζευγνύμενοι καὶ χωριζόμενοι θεοῦ μωμητοὶ εὐθὺς γίνονται, τεκνὰ μωμητὰ διὰ τὸ ἁμαρτεῖν γινόμενα. 129 Ps 17,24b ̔Ο τὰ προειρημένα πάντα κατορθώσας, πῶς ἰδίαν αὐτοῦ ἀνομίαν λέγει; ἐπιστήσεις μήποτ' ουν ο βούλεται λέγειν ἐστὶν τοῦτο· ̔Η διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ εγκειται ἐπιμελῶς ἐκ νεότητος, ὡς ἐπιρρεπῶς εχειν πρὸς τὸ ἁμαρτάνειν ἡδονῇ θελγόμενος. ὁ ουν τῷ νόμῳ τοῦ θεοῦ ἑαυτὸν ἐπιδεδωκὼς φυλάττεται ἀπὸ τῆς ἐνσκιρωσάσης τῶν ἀνθρώπων ἀνομίας. τάχα δὲ καὶ τὸ λεγόμενον ἐν ἡμῖν τῆς σαρκὸς φρόνημα, εχθρα ον πρὸς θεὸν καὶ τῷ νόμῳ αὐτοῦ μὴ ὑποταττόμενον, ἀνομία τοῦ ἀνθρώπου ἐστίν, ἀφ' ης φυλάττεταί τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν καὶ ἀπεχόμενος τῶν τῆς σαρκὸς εργων. 130 Ps 17,25 ∆ικαιοσύνην ἐνταῦθα καλεῖ τὴν ἐκ πίστεως ̓Ιησοῦ Χριστοῦ συνισταμένην. ∆ικαιοσύνη γὰρ θεοῦ πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τῷ γὰρ ὀρθῶς πιστεύοντι ̔Η πίστις εἰς δικαιοσύνην λογίζεται. συζύγως δὲ καθαριότητα χειρῶν ἐρεῖς τὰ λαμπρῶς καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως εργα, ων χωρὶς ἡ πίστις νεκρά ἐστιν. 131 Ps 17,26-28 ̓Αθρόας μεταβολῆς προσώπου γεγενημένης, ἐρεῖ τις πρὸς τὸν θεὸν τοὺς προκειμένους στίχους λέγεσθαι διὰ τὰ ἑπόμενα· οὐκ αλλῳ γὰρ ἐρεῖ τὸ Οτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις, η τῷ θεῷ. αλλος δὲ λέξει μὴ πρὸς τὸν θεὸν ἀλλὰ πρὸς ανθρωπον ταῦτα λέγεσθαι τῷ τὸν ὁσίοις συνδιατρίβοντα μιμεῖσθαι ἐκείνων τὴν ἀρετήν, τὸν δὲ σὺν φαύλοις οντα διαστροφὴν ὑφίστασθαι, ῃ φησιν ἡ θεία τῶν Παροιμιῶν γραφή· ̔Ο συμπορευόμενος σοφοῖς σοφὸς εσται, ὁ δὲ συμπορευόμενος αφροσιν γνωσθήσεται. ἑρμηνεύσεις ουτως· Μετὰ τοῦ ὁσίου, ω δέσποτα, ὁσιωθήσῃ, παρέχων αὐτῷ τὴν ἐκ σοῦ χορηγουμένην ὁσιότητα ινα τελειωθέντα κατ' αὐτὴν εἰς τὴν ἁρμόζουσαν ἐπαγγελίαν εἰσάξῃς, καὶ τὰ αλλα ἀκολούθως τῷ πρὸ αὐτοῦ. Ευ δέ φησιν καὶ τὸ εἰπεῖν ∆ιαστρέψεις· δυναμένου γὰρ εἰπεῖν Μετὰ στρεβλοῦ διαστρέφῃ, τοῦτο μὲν οὐκ ειρηκεν ἀλλὰ ∆ιαστρέψεις. τὴν γὰρ πρὸς τὰ φαῦλα πορείαν κωλύων ὁ θεὸς διαστρέφει τὸν επειτα κατατρέχοντα, φράσσων τὴν ὁδὸν αὐτοῦ ἐν σκώλοψιν καὶ τὰς τρίβους αὐτοῦ ἀνοικοδομῶν· ἀρχὴ γὰρ εὐεργεσίας τὸ κωλύεσθαι τῶν κακῶν. ̔Ο δὲ ἐπ' ἀνθρώπου ἐξειλῆφθαι βουλόμενος ἐρεῖ τὸν συνόντα ὁσίῳ ανδρα ἐκ τῶν πραττομένων ὁσίων ὁσιοῦσθαι, ὡς ̓Ελισσαιὲ μετὰ τοῦ ̔Ηλία καὶ Τιμόθεος μετὰ τοῦ Παύλου· καὶ ὁ σὺν τῷ ἀθῴῳ σπεύδων ειναι, τὴν ἐκείνου ἀρετὴν σπασάμενος, ἀθῷος εσται. ὁμοίως δὲ καὶ ὁ ἀνδρὶ ἐκλεκτῷ συνδιατρίβων καὶ ὁ στρεβλῷ δὲ συνὼν κατὰ τὸ ἐθέλειν αὐτῷ ἐξομοιοῦσθαι διαστρέψει ἑαυτοῦ τὸν βίον. ὁ δὲ ουτως τοὺς στίχους