36
μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι χρήσιμος. Ὅπερ μάλιστα ταύτην ἔσεσθαι προσδοκῶ τὴν ἐκκλησίαν, ἀπὸ τῆς πολλῆς ταύτης τεκμαιρόμενος φιληκοΐας. Φέρε οὖν ὡς ἐν ἀσφαλεῖ θησαυροφυλακίῳ ταῖς ὑμετέραις ψυχαῖς τὸ ἀργύριον τοῦ Κυρίου παρακαταθώμεθα, καὶ τὰ σήμερον ἡμῖν προτεθέντα ἀναπτύξωμεν, ὡς ἂν ἡ τοῦ Πνεύματος παρέχῃ χάρις. Εἶπεν, ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, περὶ τῶν ἄνω χρόνων λέγων. Κάτεισι λοιπὸν τῷ λόγῳ καὶ πρὸς τοὺς τοῦ κηρύγματος χρόνους, καί φησιν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ περιέλαβον· ἰδίους Ἰουδαίους λέγων νῦν, ὡς λαὸν περιούσιον, ἢ καὶ πάντας δὲ τοὺς ἀνθρώπους ὡς ὑπ' αὐτοῦ γεγενημένους. Καὶ καθάπερ ἀνωτέρω διαπορῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν πολλῶν, καὶ ὑπὲρ τῆς κοινῆς αἰσχυνόμενος φύσεως ἔλεγεν, ὅτι ὁ κόσμος δι' αὐτοῦ γενόμενος, τὸν δημιουργὸν οὐκ ἐγνώρισεν· οὕτω καὶ ἐνταῦθα πάλιν, ἐπὶ τῇ τῶν Ἰουδαίων καὶ τῇ τῶν πολλῶν δυσανασχετῶν ἀγνωμοσύνῃ, πληκτικώτερον τίθησι τὴν κατηγορίαν, λέγων, ὅτι Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, καὶ ταῦτα αὐτὸν ἐλθόντα πρὸς αὐτούς. Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ οἱ προφῆται θαυμάζοντες ἔλεγον τὸ αὐτὸ δὴ τοῦτο· καὶ Παῦλος δὲ ὕστερον ἐπὶ τοῖς αὐτοῖς ἐκπληττόμενος. Καὶ οἱ μὲν προφῆται οὕτως ἐβόων, ἐκ προσώπου τοῦ Χριστοῦ λέγοντες· Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Καὶ πάλιν· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι· καὶ, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Παῦλος δὲ Ῥωμαίοις ἐπιστέλλων ἔλεγε· Τί οὖν; ὃ ἐπεζήτει Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχε. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. Καὶ γάρ ἐστιν ὄντως ἐκπλήξεως ἄξιον, πῶς οἱ μὲν ἐν ταῖς προφητικαῖς ἀνατραφέντες βίβλοις, καὶ τοῦ Μωϋσέως καθ' ἑκάστην ἀκούοντες τὴν ἡμέραν, μυρία περὶ τῆς τοῦ Χριστοῦ λέγοντος παρουσίας, καὶ τῶν λοιπῶν 59.70.10 μετὰ ταῦτα προφητῶν, ἔτι τε αὐτὸν τὸν Χριστὸν θεώμενοι, καθ' ἑκάστην αὐτοῖς θαυματουργοῦντα, καὶ μόνοις αὐτοῖς ὁμιλοῦντα, καὶ μήτε τοῖς μαθηταῖς συγχωροῦντα τέως εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἢ εἰς πόλιν Σαμαρειτῶν εἰσελθεῖν, μήτε αὐτὸν τοῦτο ποιοῦντα, ἀλλ' ἄνω καὶ κάτω λέγοντα, πρὸς τὰ πρόβατα ἀπεστάλθαι τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅμως καὶ τῶν σημείων ἀπολαύοντες, καὶ τῶν προφητῶν καθ' ἡμέραν ἀκούοντες, καὶ αὐτὸν συνεχῶς αὐτοὺς ἀναμιμνήσκοντα ἔχοντες, οὕτω καθάπαξ ἐπήρωσαν ἑαυτοὺς καὶ ἐκώφωσαν, ὡς μηδενὶ τούτων ἐναχθῆναι πρὸς τὴν τοῦ Χριστοῦ πίστιν ἰσχῦσαι. Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ' ἀεὶ τοῖς τῶν παραπαιόντων ἐνστρεφόμενοι μύθοις (τοῦτο γὰρ ἡ τῶν ἔξωθεν φιλοσοφία), καὶ ποιητῶν λήρους ἀνελίττοντες, καὶ ξύλοις καὶ λίθοις προσηλωμένοι, καὶ οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος. Πῶς δὲ οὔκ; Ἔμελλον τοὺς θεοὺς αὐτῶν πάσῃ κακίᾳ χαίροντας ὁρῶντες, καὶ δι' αἰσχρῶν μὲν ῥημάτων, δι' αἰσχροτέρων δὲ θεραπευομένους πραγμάτων, καὶ τοῦτο νομίζοντας ἑορτὴν καὶ τιμήν· ἔτι γε μὴν καὶ δι' ἀκαθάρτων φόνων καὶ παιδοκτονιῶν τιμωμένους, κἀκείνους εἰς ταῦτα ζηλοῦντες)· ἀλλ' ὅμως καὶ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσόντες, ἐξαίφνης ὥσπερ ἔκ τινος μηχανῆς ἄνωθεν ἡμῖν καὶ ἀπ' αὐτῆς τῶν οὐρανῶν τῆς κορυφῆς ἀνεφάνησαν διαλάμποντες. Πῶς οὖν τοῦτο γέγονε, καὶ πόθεν; Ἄκουσον Παύλου λέγοντος. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ταῦτα ἀκριβῶς ζητῶν, οὐκ ἀπέστη ἕως οὗ τὴν αἰτίαν εὗρε, καὶ τοῖς ἄλλοις ταύτην ἐδήλωσεν ἅπασι. Τίς οὖν ἐστιν αὕτη; καὶ πόθεν ἡ τοσαύτη πώρωσις αὐτοῖς; Ἄκουσον αὐτοῦ τοῦ τὴν οἰκονομίαν ταύτην ἐμπιστευθέντος ταῦτα λέγοντος. Τί οὖν οὗτος λέγει, τὴν