1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

36

δουλείᾳ, καὶ πάντες ἄνθρω ποι μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ὑπεβλήθησαν τῇ τῶν πόνων ταλαιπωρίᾳ. Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν λύπῃ φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀπο στρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τοσαύταις δὲ περιστοιχιζόμενοι συμφοραῖς, λύσιν οὐδεμίαν εὕραντο τῶν ἐπικειμένων κακῶν· ἀλλ' ὁ ταύταις αὐτοὺς συγκληρώσας αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρήσατο. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγ κῶν αὐτῶν ἐῤῥύσατο αὐτούς· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν. Οἰκτείρας γὰρ καὶ τούτους κἀκεί νους, τοὺς μὲν τῶν ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤῥηξε τὰ δεσμά. Λέγοις δ' ἂν σκιὰν θανάτου τὴν εἰδωλολατρείαν, καὶ τὰς ἐν ἀθεότητι πράξεις, αἳ τῆς ἀληθινῆς ἡμᾶς ἐχώριζον πάλαι ζωῆς παραπικραί νοντας τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρ οξύνοντας. Τότε μὲν γὰρ ἡ καρδία ἡμῶν ἐν τοῖς τῆς ἁμαρτίας ἐταπεινοῦτο κόποις, παρειμένης ἡμῶν τῆς ἐμφύτου καὶ λογικῆς δυνάμεως, ἣν οὐδεὶς ἀνεκτήσατο· ἠσθένησαν γὰρ, καὶ οὐκ ἦν ὁ βοηθῶν· μόνῳ δὲ τετήρητο τῷ τοῦ Θεοῦ Λόγῳ τὸ μέγα τοῦτο κατόρθωμα. Τὸ δὲ, ∆ιέῤῥηξε τοὺς δεσμοὺς αὐτῶν, δηλοῖ τοῦτο, τὴν ἀθρόαν τῶν ἁμαρτιῶν ἄφεσιν, ἧς ἡμᾶς ἡ τοῦ Σωτῆρος κατη ξίωσε χάρις. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Πύλας χαλκᾶς καὶ μοχλοὺς σιδη ροῦς τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν. Καθάπερ γὰρ τὸν καθειργμένον ἔσωθεν τῶν θυρῶν καὶ τῶν μοχλῶν δια φυγεῖν τῶν ἀδυνάτων ἐστὶν, οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων διαδρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος ἔλεος ἤρκεσε κἀκείνων καὶ τούτου διαλῦσαι τὸ κράτος, καὶ τῶν ἀνιαρῶν τὴν λύσιν χαρίσασθαι. Τὰ αὐτὰ δὲ δεύτερον εἶπεν ἐπὶ ταῖς δευτέραις αὐτοῦ εὐεργεσίαις. ∆ηλοῖ δὲ τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρωπί νων ψυχῶν, δι' ἢν ἐδέησεν αὐτοῦ τῆς μέχρι θανάτου καθόδου· ἔνθα γενόμενος, τὰς μηδενὶ θνητῷ διανοιχθεί σας πύλας, καὶ διὰ τοῦτο σιδηρᾶς καὶ χαλκᾶς λεγομέ νας, συνέτριψε. Λέγει δὲ καὶ ἐν Ἰὼβ ὁ Κύριος· Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Καὶ τὰς ἡμετέρας δὴ μόνος ἀφεῖλεν ἀνομίας, δι' ἃς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἐφθάσαμεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀν θρώπων ἡ φύσις ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν. Ἀλλ' ὅμως καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδου μένους κακοῖς σωτηρίας ἠξίωσε. Πᾶν βρῶμα ἐβδελύ ξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.

γʹ. Ἰουδαῖοι μὲν γὰρ τῷ πλήθει συνεχόμενοι τῶν κα κῶν καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν. Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ ὡς ἐξ ἐκείνων εἴρηκεν ὁ προφήτης· 55.669 Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκαλίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν οἱ μὲν Σωκράτους κατεψηφίσαντο θάνατον, οἱ δὲ τὸν Ἀνάξαρχον ξένῃ παρέδοσαν τιμωρίας ἰδέᾳ, ἄλλοι τοὺς Πυθαγόρου διαδόχους πικρῶς αἰκισά μενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον. Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθανάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδρα μεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. Καὶ ἄλλως βρῶμα ἐνταῦθα τὴν λογικὴν νοήσομεν τροφὴν, περὶ ἧς