37
σαφηνίσας μεταβαλεῖ πρὸς τὸν θεὸν τὸ πρόσωπον ἀπὸ τοῦ Οτι σὺ λαὸν ταπεινὸν σώσεις. 132 Ps 17,29 Τὸ δεκτικὸν φωτὸς τῆς ψυχῆς μόριον ητοι δύναμις, τουτέστιν ὁ νοῦς ο καὶ λογιστικόν τινες καλοῦσιν, λύχνος αὐτῆς ειναι λέγεται, οὐκ ων αὐτὸς κατ' οὐσίαν φῶς ἀλλὰ φωτὸς δεκτικός. τὸ δὲ σκότος αὐτῆς τὸ θυμοειδὲς καὶ ἐπιθυμητικόν ἐστιν. οτ' αν ουν ὁ νοῦς φωτισθῇ ὑπὸ τοῦ κυρίου μεταδόντος αὐτῷ τῶν ἰδίων αὐγῶν, τὸ τηνικάδε καὶ τὰ τῆς ψυχῆς αλογα κινήματα φωτίζεται ἐπιστημονικῶς ἐπιτελούμενα, οὐχ οτι ἐξ αὐτῶν τὰ αλογα μετέχει φωτὸς (ἐπιστήμης γὰρ ἀνεπίδεκτα) ἀλλ' οτι ὑπὸ νοῦ πεφωτισμένου ὑπὸ ἐπιστήμης καὶ ἀρετῆς ον δεῖ τρόπον αγονται. οτ' αν ουν ὑπὸ τοῦ κυρίου φωτισθῇ ὁ νοῦς ος ειρηται λύχνος, ἀναγκαίως ἀκολουθήσει καὶ τὸ φωτισθῆναι τὸ εἰρημένον ἡμῶν σκότος. εἰ δὲ τὸ ἐν ἡμῖν πεφυκὸς φωτίζεσθαι, τουτέστιν ὁ νοῦς, δι' αγνοιαν καὶ ἀνεπιστημοσύνην σκότος ειη, πολλῷ πλέον αἱ αλογοι τῆς ψυχῆς δυνάμεις, οὐκ εχουσαι πεφωτισμένον ἡγεμόνα, ἐπιτεταμένον ειεν σκότος. καὶ τοῦτό ἐστιν ο φησιν ὁ σωτήρ· Εἰ ουν τὸ ἐν σοὶ φῶς σκότος ἐστίν, τὸ σκότος πόσον; εἰ γὰρ ὁ ὀφθαλμὸς τοῦ σώματος, τουτέστιν ὁ νοῦς, ὀφείλων ειναι λύχνος ἐστέρηται φωτός, πολλῷ πλέον τὸ αλλο, ιν' ουτως ειπω, σῶμα τῆς ψυχῆς σκότος ὑπάρχει, σῶμα δὲ οὐχ ο περίκειται ἀνθρώπινον ἀλλὰ τὸ κατὰ τὴν αλογον σύστασιν αὐτῆς τυγχάνον. Τάχα δὲ καὶ οἱ τὴν γνῶσιν τῆς ἀληθείας πεφωτισμένοι ἐξημμένον εχουσι τὸν λύχνον, τοῦ κυρίου αὐτοῖς τοῦτο δεδωκότος· τὰς δὲ πράξεις κατ' ὀρθὸν αγοντες ἐκ τοῦ πεφωτίσθαι τὸν νοῦν καὶ τὸ σκότος αὐτῶν εχουσιν φωτιζόμενον. οὐχ ηκιστα δὲ καὶ τοῦτο ῥηθείη. οἱ θεωρίαν ἐπιστημονικὴν περὶ τῶν νοητῶν καὶ ἀοράτων πραγμάτων ἐσχηκότες πεφωτισμένον ὑπὸ κυρίου εχουσι λύχνον, ἀλλὰ καὶ περὶ τῶν αἰσθητῶν ευ μάλα κατὰ τὴν γνώμην διακείμενοι τὴν αισθησιν φωτεινῶς ἀντιλαμβανομένην τῶν πραγμάτων εχουσιν, ητις σκότος ἐστὶν τῷ μὴ πεφυκέναι καθ' ἑαυτὴν φωτίζεσθαι τουτέστιν ἐπιστήμην δέχεσθαι· η γὰρ αν καὶ τὰ αλογα ἐπιστήμην ἐδέχοντο αισθησιν εχοντα; 133 Ps 17,30 Οὐκ αλλως ῥυσθῆναι δυνατὸν ἀπὸ τῶν περιεστηκότων πραγμάτων πικρῶν η ἐν θεῷ γινόμενον· ἐν θεῷ δέ τις γίνεται μετέχων αὐτοῦ. ὡς γὰρ ἐκ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γεγενημένος, ουτως ἐν θεῷ τις σπεύδων ειναι ῥυσθήσεται ἀπὸ πειρατηρίου, εἰς πειρασμὸν μὴ εἰσερχόμενος οὐ τῷ ἐκτὸς πειρασμοῦ γενέσθαι ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσιν αὐτοῦ. διὰ τοῦτο γὰρ καὶ ὁ ὁμολογῶν ̓Ιησοῦν εμπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ ἐστιν· Πᾶς γὰρ ος αν ὁμολογήσῃ ἐν ἐμοὶ εμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ εμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ὁμολογεῖ τις γὰρ ̓Ιησοῦν μετέχων αὐτοῦ, καὶ ὁμολογεῖται ὑπὸ τοῦ θεοῦ ἐν αὐτῷ τυγχάνων. διατειχίζει δὲ ἡμᾶς ἀπὸ τοῦ θεοῦ τὸ πλῆθος τῶν πρὸς ἡμῶν παραλόγως πραττομένων καὶ διΐστησιν, ῃ φησιν ὁ προφήτης· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου ῥύσασθαι; η ἐβάρυνεν τὸ ους αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ. καὶ οτ' αν ουν ἐν θεῷ τις γένηται κολλώμενος αὐτῷ καὶ εν πρὸς αὐτὸν γινόμενος, ὑπερβαίνει τὸ τῶν ἁμαρτημάτων τεῖχος εἰς νῶτον καὶ ὀπίσω αὐτὰ ῥίπτων, ινα μὴ ὑπὸ μηδενὸς διειργόμενος τοῦ θεοῦ προσβάλῃ αὐτῷ πρόσωπον πρὸς πρόσωπον. Τάχα δὲ καὶ ὁ τῶν σωματικῶν καὶ αἰσθητῶν ογκος, χωρῶν μεταξὺ τῆς νοήσεως ἡμῶν καὶ τοῦ θεοῦ, διαζεύγνυσιν ἡμᾶς αὐτοῦ. οτ' αν ουν ἐπιστημονικῶς κατὰ τὸ δυνατὸν τῇ περὶ θεοῦ ἐννοίᾳ ἀνωτέρω πάντων σωμάτων καὶ αἰσθήσεως αὐτὸν καταλάβωμεν ἑνωθῆναι αὐτῷ γλιχόμενοι, ἀναχωροῦμεν τῶν αἰσθητῶν καὶ σωμάτων ὡς ὑπερπηδῆσαι τὸν κόσμον καὶ τὰ ὁρατὰ πάντα, ιν' ουτω τῷ θεῷ παραστῆναι δυνηθῶμεν. 134 Ps 17,31 ̔Ο ἡμέτερος θεὸς αμωμον εχει τὴν πρὸς αὐτὸν αγουσαν ὁδόν. αυτη δέ ἐστιν ἡ ἀρετή, ην ὁδεύοντες διὰ μελέτης καὶ ἀσκήσεως αμωμοι ἀποδειχθησόμεθα πρὸς αὐτὸν ἐρχόμενοι. μάλιστα δὲ αμωμος ειη