1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

37

πνεύματος δωρεῶν μερίς ἐστι. συνεργῶν, φησί, τοῖς πιστοῖς εἰς κατανόησιν καὶ θεωρίαν τῶν δια τεταγμένων. τῶν παρὰ τίνος διατεταγμένων μὴ προσθεὶς ἀμφίβολον τὸν λόγον ἐποίησεν, εἴτε ὀρθῶς εἴτε καὶ ὡς ἑτέ ρως ἔχει. ἀλλ' ἡμεῖς τῇ εὐσεβείᾳ τὸ εἰρημένον προσάξωμεν 2 δι' ὀλίγης προσθήκης. ἐπειδὴ γὰρ εἴτε λόγος σοφίας εἴτε λόγος γνώσεως εἴτε πίστις εἴτε ἀντίληψις εἴτε κυβέρνησις εἴτε τι ἕτερον ἐν τοῖς σῴζουσιν ἡμᾶς ἀναγέγραπται, ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, τούτου ἕνεκεν οὐκ ἀποβάλλομεν τοῦ Εὐνομίου τὸν λόγον, εἰπόντος συνεργεῖν τὸ πνεῦμα τοῖς πιστοῖς πρὸς κατανόησιν καὶ θεωρίαν τῶν παρ' αὐτοῦ διατεταγμένων τοῦ πνεύματος διὰ τὸ πάντα ἡμῖν τὰ ἀγαθὰ διδάγματα παρ' αὐτοῦ διατετάχθαι. ὑπηχῶν, φησίν, εὐχομένοις. τούτου τοῦ ῥητοῦ τὴν διά νοιαν μωρὸν ἂν εἴη κατὰ σπουδὴν ἀπελέγχειν, αὐτόθεν πᾶσιν ἐπίσης τοῦ γελοίου τε καὶ ἀνοήτου τῆς λέξεως ταύ της προφαινομένου. τίς γὰρ οὕτω παράφορος καὶ τῆς δια νοίας ἐξεστηκώς, ὡς ἀναμεῖναι παρ' ἡμῶν μαθεῖν, ὅτι οὐκ ἔστι κώδων ἢ πίθος διάκενος τὸ πνεῦμα τὸ ἅγιον, οἷόν τινι πληγῇ τῇ φωνῇ τοῦ εὐχομένου ὑπηχῶν καὶ δονούμενος; 221 ὁδηγῶν, φησί, πρὸς τὸ συμφέρον. τοῦτο καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. ὁδηγεῖ γὰρ ὡσεὶ πρόβατον τὸν Ἰωσήφ, καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὸ πνεῦμα τὸ ἀγαθὸν ὁδηγεῖ ἡμᾶς ἐν γῇ εὐθείᾳ. κρατύ νων, φησί, πρὸς εὐσέβειαν. Θεοῦ ἔργον ὁ ∆αβὶδ εἶναι λέγει τὸ ἐν εὐσεβείᾳ κρατύνειν τὸν ἄνθρωπον· Κραταίωσις γάρ μου καὶ καταφυγή μου εἶ σύ, φησὶν ὁ προφήτης, καὶ Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ Αὐτὸς δώσει δύναμιν 222 καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. οὐκοῦν ταῦτα εἰ κατὰ τὸν προφητικὸν εἴρηται νοῦν, τῆς θεότητος τοῦ πνεύματος μαρ τυρία ἐστίν· εἰ δὲ ἐναντιοῦται τῇ προφητείᾳ, δι' αὐτοῦ τούτου κατηγορεῖται ἡ βλασφημία, ὅτι τοῖς ἁγίοις προφής ἀντιδοξάζει τῷ λόγῳ. εἶτά φησι φωτίζων τὰς ψυχὰς τῷ φωτὶ τῆς γνώσεως.

Ταύτην ὡσαύτως τὴν χάριν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ ὁ τῆς εὐσεβείας ἀνατίθησι λόγος. ἐκεῖνος γὰρ φωτισμὸς παρὰ τοῦ ∆αβὶδ ὀνομάζεται καὶ ἐκεῖθεν τὸ φῶς τῆς γνώσεως τοῖς φωτιζο 223 μένοις ἐγγίνεται. ὡσαύτως δὲ καὶ ἡ κάθαρσις τῶν λογι σμῶν ἴδιον, ὥς φησιν ὁ λόγος, τῆς τοῦ κυρίου δυνάμεως· τὸ γὰρ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑπο στάσεως τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο τὸ δὲ ἀπείργειν τοὺς δαίμονας, ὃ τοῦ πνεύματος ἴδιόν φησιν ὁ Εὐνόμιος, τοῦτο καὶ ὁ μονογενὴς θεὸς ὁ λέγων τῷ δαίμονι ὅτι Ἐγὼ ἐπιτάσσω σοι, προσμαρτυρεῖ τῇ δυνάμει τοῦ πνεύματος λέγων Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὥστε οὐκ ἔστι καθαίρεσις τῆς δόξης τοῦ πνεύματος ἡ τῶν δαιμόνων ἀναίρεσις, ἀλλὰ σύστασις τῆς θείας αὐτοῦ καὶ ὑπερεχούσης δυνάμεως. 224 Νοσοῦντας, φησί, θεραπεύων, ἀρρωστοῦντας ἰώμενος, θλιβομένους παρακαλῶν, ὀκλάζοντας ἀνορθῶν, πονοῦντας ἀνακτώμενος. ταῦτα τῶν εὐσεβούντων περὶ τοῦ ἁγίου πνεύματός ἐστι τὰ ῥήματα· οὐ γὰρ ἂν ἄλλῳ τις ἀναθείη τούτων ἑκάστου τὴν ἐνέργειαν πλὴν τῷ θεῷ.

Εἰ τοίνυν ἅπερ οὐδενός ἐστι ποιεῖν ἢ θεοῦ μόνου, ταῦτα τῇ δυνάμει τοῦ πνεύματος ἐνεργεῖσθαι διαβεβαιοῦται ἡ αἵρεσις, ἔχομεν ὑπὲρ ὧν σπουδάζομεν καὶ τὴν παρὰ τῶν ἐχθρῶν μαρτυρίαν. πῶς παρὰ τοῦ θεοῦ ὁ προφήτης ζητεῖ τὴν ἴασιν λέγων Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι, ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου; 225 τῷ θεῷ λέγει ὁ Ἠσαΐας ὅτι Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, καὶ τὴν τῶν πλανωμένων ἐπιστροφὴν θεοῦ ἔργον εἶναι ἡ προφητεία μαρτύρεται· Ἐπλανήθησαν γάρ, φησίν, ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, καὶ ἐπήγαγεν ὅτι Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου· καὶ Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών. ὡσαύτως δὲ καὶ ἡ τῶν θλιβομένων παράκλησις εἰς θεὸν ἀναφέρεται, οὕτως εἰπόντος τοῦ Παύλου Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει