1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

37

ὁ Κύριος τοῖς ἀποστόλοις ἔλεγεν· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμέ νην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Ταύτης πᾶν εἶδος ὁ ἄνθρωπος ἐβδελύξατο. Οὔτε γὰρ φυσικὸν νόμον οὔτε γραπτὸν ἐφύλαξε, καὶ διὰ τοῦτο Ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. Πύλαι δὲ θανάτου τὰ ἁμαρτήματα, οἷς ἤγγισαν, δέον αὐτοὺς μακρύνεσθαι. Ὅσον γὰρ ταύτης ἤγγισαν, πόῤῥω τῶν πυλῶν τῆς ζωῆς ἀναγκαίως ἐγίνοντο. Ἀλλ' ὁ Χριστὸς αὐτοὺς, καὶ μακρὰν ὄντας, ἐγγὺς διὰ τοῦ αἵματος τοῦ οἰκείου πεποίηκε. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Κραυγὴν ὁ Θεὸς οὐ τὴν διὰ φωνῆς γινομένην, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας λογίζεται· ἐπεὶ καὶ Μωϋσέως σιωπῶντος ἔλεγε· Τί βοᾷς πρός με; Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθο ρῶν αὐτῶν. Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπίσας καὶ ἀποσταλεὶς ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραπτος, καὶ πανταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παντοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς φθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρτωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρηγγύησεν· οὕτω τὸν παρειμένον συνέσφιγξεν εἰρηκὼς, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παρά δεισον· οὕτω τοὺς τελώνας διδασκάλους τῆς οἰκουμένης ἀπέφηνεν· οὕτω τοὺς τῷ παναγίῳ προσιόντας βαπτίσ ματι νεουργεῖ καὶ καθαίρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλ λάττει τραυμάτων. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλ λιάσει. Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνον εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν. Ἐπισημαίνεσθαι μέντοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρηγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λατρείαν. Τὴν δὲ τῆς Αἰνέσεως θυσίαν ὁ Ἀκύλας Θυσίαν εὐχαριστίας προσηγόρευσεν. Οἱ κα ταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώ πους παρουσίᾳ. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ῥητῶς καὶ κατὰ λέξιν, ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν εὐαγγελίων μαρτυρεῖ αὐτοῖς. Καὶ τὰ νέα μυστήρια τῆς καινῆς ∆ιαθήκης πράττειν παρα κελεύεται λέγων· Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέ σεως. Ἔχει δὲ οὕτως· Παράγων γὰρ, φησὶν, ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. Καὶ εἶπεν αὐτοῖς· ∆εῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν θρώπων. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελ φοὺς, Ἰάκωβον καὶ Ἰωάννην, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ τούτους ὁμοίως ἐκάλεσε. Περὶ τῶν ἀποστόλων τοίνυν ὁ λόγος. Οἷα γάρ τινος ζητοῦντος, καὶ τίνες οὗτοι τυγχάνουσιν; ἐπήγαγεν, Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, καὶ τὰ ἑξῆς· καὶ δι' αὐτῶν ἐπληροῦτο τῶν ἔργων ἡ δύναμις. Τῶν γὰρ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν πλεόντων σὺν αὐτῷ, Σεισμὸς ἐγένετο, φησὶ, μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύ πτεσθαι ὑπὸ τῶν κυμάτων· οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς. Καὶ ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη· ὅπερ ἦν ἰδεῖν Τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐ τοῦ ἐν τῷ βυθῷ. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ 55.670 θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι καὶ τὰ μεγάλα διαπερῶντες πελάγη δια φερόντως