38
ὁδὸς θεοῦ ὁ εἰπών· ̓Εγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. διὰ ταύτης γὰρ τῆς ὁδοῦ πρὸς τὸν πατέρα ἐλθεῖν εστιν. Τὸ λόγιον κυρίου πεπυρωμένον, τῷ αδολον καὶ καθαρὸν ειναι, η τῷ πῦρ ειναι θερμαῖνον τοὺς μετέχοντας ἀναλίσκειν τὴν τῆς υλης ἀχυρμίαν. Ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Οἱ ἐπιγνώμονες τῆς προσούσης αὐτοῖς ἀσθενείας, οτ' αν ἰσχυροτέρους φωράσωσι τοὺς προσπολεμοῦντας, ἐπὶ θεὸν τὴν ἐλπίδα ῥίψαντες ὑπέρμαχον εχειν αὐτὸν ἀξιοῦσι, Πολέμησον, λέγοντες, τοὺς πολεμοῦντάς με. καὶ ουτως θεὸς τῇ ἑαυτοῦ ἀσπίδι ὑπερμαχεῖ αὐτῶν κατὰ τὸ Οπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 135 Ps 17,32a Οὐδεὶς γὰρ ἀληθῶς καὶ κυρίως θεὸς πλὴν τοῦ θεοῦ λόγου, ος καὶ μονογενὴς θεὸς ειρηται διὰ τὸ μόνος ειναι ὡς ὁ πατὴρ θεός. πάντες γὰρ οἱ αλλοι παρουσίᾳ θεοῦ λόγου θεοὶ κατασκευάζονται. ἐκείνους γὰρ θεοὺς ειπεν, πρὸς ους ὁ λόγος τοῦ θεοῦ ἐγένετο. ὁ δέ γε σωτὴρ οὐ μετέχων θεότητος θεός ἐστιν, ποιητικὸς ων θεῶν. 136 Ps 17,32b Εἰπὼν μηδένα θεὸν κυρίως ειναι πλὴν τοῦ κυρίου λέγει μηδὲ θεὸν ειναί τινα ὡς τὸν θεὸν ἡμῶν. οὐδεὶς γὰρ τῶν κατὰ μετοχὴν θεῶν ὡς ὁ κύριος ̓Ιησοῦς Χριστὸς ειναι δύναται η ὁ θεὸς ἡμῶν ὡς ὁ τοῦ μονογενοῦς πατήρ· ̔Ημῖν γὰρ εις θεὸς ὁ πατὴρ καὶ εις κύριος ̓Ιησοῦς ὁ Χριστός. εἰ δὲ καὶ ἐκ παραλλήλου οἱ δύο στίχοι εἰρῆσθαι δύνανται, καὶ αὐτὸς ἐπιστήσεις. 137 Ps 17,33-34 ̓Ενταῦθα Περιζωννύων με δύναμιν λέγεται. παρὰ δὲ Παύλῳ τὴν ἀλήθειαν περιζώννυνται οἱ τὴν πανοπλίαν τοῦ θεοῦ ἐνδυσάμενοι, ἐξ ου συνάγεται τὴν ἀλήθειαν ειναι τὸν Χριστὸν τὴν θεοῦ δύναμιν· φησὶν γὰρ ὁ σωτήρ· ̓Εγώ εἰμι ἡ ἀλήθεια· ὁ δὲ Παῦλος· Χριστὸς θεοῦ δύναμις. Καὶ εθετο αμωμον τὴν ὁδόν μου, τουτέστιν ἀπέδειξεν. τὸ γὰρ θεῖναι νῦν τὸ ἀποδεῖξαι σημαίνει, ωσπερ καὶ τὸ Ον εθηκεν κληρονόμον πάντων. Καλῶς δ' εχει καὶ ἀπὸ τούτου τοῦ στίχου ἐκ προσώπου Χριστοῦ τὸν ολον ψαλμὸν ἀπηγγέλθαι. ὁ ταῦτα δὲ λέγων, ἀναιρήσας τὰς ὀφιώδεις κακίας καὶ τὰς ἐνεργησάσας αὐτὰς πονηρὰς δυνάμεις, ὑπὸ θεοῦ τοὺς τοῦ εσω ἀνθρώπου πόδας (τουτέστιν τὰς πορευτικὰς δυνάμεις) κατηρτισμένους εχει, ινα δυνηθῇ εἰπεῖν Ανευ ἀνομίας εδραμον καὶ κατηύθυνα· καὶ πληρώσας τὴν πορείαν ἐν τοῖς ὑψηλοῖς ἀκούσεται πρὸς τοῦ θεοῦ Σὺ δὲ αὐτὸς στῆθι μετ' ἐμοῦ. καὶ τὸ ἑστάναι δ' ἐν τοῖς ὑψηλοῖς οὐκ ἐξ ἑαυτοῦ τις ἀλλ' ἐκ τοῦ θεοῦ εχει. 138 Ps 17,35a Ωσπερ τὰ αλλα καλά, ουτω καὶ τὸ πολεμεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοῦ θεοῦ διδασκόμεθα. τὰς γὰρ χεῖρας τῆς ψυχῆς (λέγω δὴ τὰς δραστηρίους αὐτῆς δυνάμεις) τυποῖ, ωστ' ἐπιστημονικῶς κατέχειν τὴν νοητὴν ἀσπίδα καὶ τὴν μάχαιραν τοῦ πνεύματος καὶ αλλα οσα πνευματικὰ ἀμυντήρια καὶ τὸ πῶς χρῆσθαι δεῖ τοῖς τοιούτοις παιδεύων. ἀλλὰ γὰρ καὶ ὁ σωτήρ, ανθρωπος γενόμενος, ὑπὲρ ἡμῶν πολεμήσας ἐδίδαξεν ἡμᾶς καταπαλαίειν καὶ καταπολεμεῖν τὴν ἀντικειμένην δύναμιν· καὶ εἰς εὐχὴν δέ φησιν τὰς χεῖρας ἐκτείνων· Περιγίνομαι τῶν δυσμενῶν. 139 Ps 17,35b Συμβολικῶς βραχίονας ὀνομαζομένας χαλκοῦν εθετο τόξον, διὰ μὲν τοῦ χαλκοῦ τὸ ατρωτον η ευτονον παριστάς, διὰ δὲ τοῦ τόξου τὸ ἀπολύεσθαι βέλη ἀπὸ τῶν βραχιόνων τῶν ἡμετέρων τρῶσαι δυνάμενα τοὺς ἀντιτεταγμένους. 140 Ps 17,36 Πρὸς τούτοις απασιν καὶ ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον. ̓Αλλὰ καὶ ἡ παιδεία σου, φησίν, ἀνώρθωσέν με εἰς τέλος, ητοι ἡ παιδευτικὴ διδασκαλία καὶ ἡ ἐπίπονος ἀγωγή. Εἰς τέλος δέ, τουτέστιν εἰς τελείαν ἀνάστασιν καὶ στάσιν με ηγαγεν. ἡ γὰρ παιδεία σημαίνει τὴν παιδευτικὴν ὡς ἐν τῷ ̓Επιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ καὶ τὴν ἐπίπονον διὰ τοῦ Μὴ ὀλιγώρει παιδείας κυρίου. αυτη δὲ ἡ ἑκατέρως παιδεία σου διδάσκαλος τῶν καλῶν μοι γεγένηται. 141 Ps 17,38 ∆ιὰ μυρίων συνεργηθεὶς ὑπὸ θεοῦ θάρσος ἀνέλαβεν καταδιῶξαι τοὺς ἐχθρούς· τῆς δὲ καταδιώξεως τέλος ἡ ἐκείνων εἰς τέλος εκλειψις. οὐ γὰρ κόπος ουτε φόβος μοι ἐνεπόδισεν. 142 Ps 17,39a Φειδόμενος τῶν