38
στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τί οὖν ἐπαίρεις σαυτὸν, ὦ Ἰουδαῖε; τί μέγα φρονεῖς; Καὶ γὰρ καὶ τὸ σὸν ἐμπέφρακται στόμα, καὶ ἡ σὴ παῤῥησία ἀνῄρηται, καὶ μετὰ τοῦ κόσμου παντὸς καὶ σὺ γέγονας ὑπόδικος, καὶ ὁμοίως τοῖς ἄλλοις ἐν χρείᾳ καθέστηκας τοῦ δωρεὰν δικαιωθῆναι. Ἐχρῆν μὲν οὖν μηδὲ εἰ κατωρθωκὼς ἦς, καὶ παῤῥησίαν πολλὴν εἶχες πρὸς τὸν Θεὸν, μηδὲ οὕτω τοῖς μέλλουσιν ἐλεεῖσθαι καὶ σώζεσθαι διὰ φιλανθρωπίαν φθονεῖν. Πονηρίας γὰρ τοῦτο ἐσχάτης, ἐπὶ τοῖς ἑτέρων τήκεσθαι ἀγαθοῖς, καὶ μάλιστα ὅτε μηδὲ μετὰ τῆς σῆς τοῦτο ἔμελλε γίνεσθαι ζημίας. Εἰ μὲν γὰρ ἡ τῶν ἄλλων σωτηρία τοῖς σοῖς ἐλυμαίνετο καλοῖς, λόγον ἂν εἶχε τὸ ἀλγεῖν· καίτοι γε οὐδὲ τοῦτο κατὰ τὸν μεμαθηκότα φιλοσοφεῖν. Εἰ δὲ μήτε κολαζομένου θατέρου πλεονάζει σοι τὰ τῶν μισθῶν, μήτε εὖ πάσχοντος ἐλαττοῦται, τίνος ἕνεκεν σὺ κόπτεις σαυτὸν ὑπὲρ ὧν ἕτερος σώζεται δωρεάν; Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, μηδὲ εἰ τῶν εὐδοκιμηκότων ἦς, ἐπὶ τῇ κατὰ χάριν εἰς τὰ ἔθνη γινομένῃ δάκνεσθαι σωτηρίᾳ· ὅταν δὲ τῶν αὐτῶν ὑπεύθυνος ὢν τῷ ∆εσπότῃ, καὶ προσκεκρουκὼς καὶ αὐτὸς, δυσχεραίνῃς ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, καὶ μέγα φρονῇς ὡς αὐτὸς ὀφείλων μόνος τῆς χάριτος μετασχεῖν, οὐ βασκανίας μόνον καὶ ἀπονοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας, καὶ πάντων τῶν χαλεπωτάτων ἂν εἴης ὑπεύθυνος βασανιστηρίων· τὴν γὰρ τῶν κακῶν ῥίζαν ἁπάντων ἐν σεαυτῷ κατεφύτευσας τὴν ὑπερηφανίαν. ∆ιὸ καί τις σοφὸς ἔλεγεν· Ἀρχὴ ἁμαρτίας ὑπερηφανία· τουτέστι, ῥίζα καὶ πηγὴ καὶ μήτηρ. Οὕτω καὶ ὁ πρωτόπλαστος ἐξέπεσε τῆς μακαρίας ἐκείνης διαγωγῆς· οὕτω καὶ ὁ τοῦτον ἀπατήσας διάβολος ἀπ' ἐκείνου κατηνέχθη τοῦ τῆς ἀξίας ὕψους. Ὅθεν εἰδὼς ὁ μιαρὸς τῆς ἁμαρτίας ταύτης τὴν φύσιν ἱκανὴν οὖσαν καὶ ἐξ αὐτῶν καταβαλεῖν τῶν οὐρανῶν, ταύτην ἦλθε τὴν ὁδὸν, ὅτε τὸν Ἀδὰμ ἀπὸ τῆς τοσαύτης κατενεγκεῖν ἐσπούδασε τιμῆς. Τῇ γὰρ ἐπαγγελίᾳ τῆς ἰσοθεΐας φυσήσας αὐτὸν, οὕτω κατέῤῥηξε καὶ κατέβαλεν εἰς αὐτὰ τοῦ ᾅδου τὰ βάραθρα. Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς. Ταύτης γὰρ ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν. Ἀκάθαρτος γὰρ, φησὶ, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καταστέλλωμεν οὖν τοῦτο τὸ φύσημα τῆς ψυχῆς, καὶ τὸν ὄγκον τοῦτον ἀνακόπτωμεν, εἴ γε ἐθέλοιμεν εἶναι καθαροὶ, καὶ τῆς τῷ διαβόλῳ κειμένης ἀπηλλάχθαι κολάσεως. Ὅτι γὰρ τὸν ἀλαζόνα τὰ αὐτὰ ἐκείνῳ παθεῖν ἀνάγκη, ἄκουσον τοῦ Παύλου λέγοντος· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρῖμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Τί ἐστι κρῖμα; Εἰς τὴν αὐτὴν, φησὶ, καταδίκην, εἰς τὴν αὐτὴν κόλασιν. Πῶς οὖν ἄν τις ἐκφύγοι τοῦτο τὸ δεινὸν, φησίν; Εἴ γε ἀναλογίσαιτο τὴν ἑαυτοῦ φύσιν, καὶ τῶν ἁμαρτημάτων τὸ πλῆθος, καὶ τῶν ἐκεῖ βασανιστηρίων τὸ μέγεθος, καὶ τῶν ἐνταῦθα δοκούν 59.73 των λαμπρῶν τὸ πρόσκαιρον οὐδὲν χόρτου διαφέρον, καὶ τῶν ἐαρινῶν ἀνθέων μᾶλλον μαραινόμενον. Ἂν τούτους συνεχῶς παρ' ἑαυτοῖς κινῶμεν τοὺς λογισμοὺς, καὶ τοὺς τὰ μέγιστα κατωρθωκότας ἐπὶ μνήμης ἔχωμεν, οὐ ῥᾳδίως ὁ διάβολος ἐπᾶραι δυνήσεται, κἂν μυρία φιλονεικῇ, ἀλλ' οὐδὲ ὑποσκελίσαι τὴν 59.74 ἀρχήν. Ὁ δὲ Θεὸς ὁ τῶν ταπεινῶν, ὁ χρηστὸς καὶ ἐπιεικὴς, αὐτὸς καὶ ὑμῖν καὶ ἡμῖν παράσχοι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην. Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ ἄλλα μετ' εὐκολίας κατορθοῦν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.73 ΟΜΙΛΙΑ Ιʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ έλαβον.