38
τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλεποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις προπεσόντες καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύναμιν. Καὶ μὲν δὴ καὶ ἅπαντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶν τες μεταβολὴν, καὶ τῆς προτέρας πλάνης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. Ἐνταῦθα δὲ θάλασσαν νοῆσαι χρὴ τὸν βίον τὸν ἡμέτερον· πλοῖα, τὰς Ἐκκλησίας, ἐν αἷς οἱ ἀποστόλοι εἰργάσαντο σωτηρίαν, ἐν τῷ πλήθει δηλαδὴ τῶν ἀνθρώπων. Εἴδοσαν δὲ καὶ τοῦ Θεοῦ τὰ ἔργα, τουτέστι, τὰ δημιουργήματα καὶ τὰ θαυ μάσια, τὰ σημεῖα ὅσα τὴν σωτηρίαν οἰκονομῶν τὴν ἡμετέραν ἔθετο ἐν τῷ βυθῷ, τουτέστιν, ἐν τῇ σοφίᾳ, μεθ' ἧς οἰκονομεῖ τὰ ἡμέτερα. Βάθος γὰρ ἡ τοῦ Θεοῦ σοφία, διὰ τὸ ἀνείκαστον αὐτῆς καὶ ἀμέτρητον. Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐ τῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαί νουσιν ἕως τῶν ἀβύσσων. Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος καὶ τὰ λυπηρὰ γίνεται, καὶ τὰ θυμήρη προσγίνεται. Λέγει δὲ τοὺς πειρασμοὺς, οὓς ἐγείρει τὸ πνεῦμα τῆς καταιγίδος, δηλαδὴ τὸ ἀντικείμενον πνεῦμα, ἐπιτρέψαντος τοῦ Θεοῦ εἰς τὴν τῶν δικαίων γυμνασίαν καὶ φανέρωσιν. ∆ηλοῖ δὲ αὐτὸς ὁ Θεὸς, ἡνίκα τῷ διαβόλῳ πειράσαι ἐπέτρεψε, λέγων πρὸς τὸν Ἰώβ· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο ταῖς ψυχαῖς οἱ πειρασμοὶ τυγχάνουσι, τήκοντες αὐτὰς, οὐχ ὥστε διαφθεῖραι, ἀλλ' ὥστε φανερωθῆναι, πῶς λαμπρό τητος ἔχουσιν. Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.
δʹ. Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυ τιλλομένων λέγειν, αἰνίττεται δὲ διὰ τούτων τὰς παντο δαπὰς τῆς ψυχῆς συμφορὰς, ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται τῇδε κἀκεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅταν ὑπερσχῇ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέ σθαι δύνανται τῶν δεινῶν. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς· καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν· καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν. Κἀκείνοις τοῖς πλείουσιν ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει, καὶ παραχρῆμα εἰς αὔραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάττεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν. Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δου λείας ἐκείνης ἠλευθερώθησαν. Καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ. Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη. Καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόδιον. Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος λιμένα καθώρμισε τὴν θείαν αὐτοῦ δωρησάμενος γνῶσιν, δηλαδὴ τὴν βασιλείαν· ἥτις λιμὴν, ὡς οὐκ ἔχουσα τῶν πειρασμῶν τὰ κύματα, εἰκότως προσηγόρευται, καὶ λιμὴν θελήματος τοῦ Χρι στοῦ ἀναγκαίως, τοῦ λέγοντος· Πάτερ, οὓς δέδωκάς μοι, θέλω, ἵνα ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσιν. Ἐξομο λογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσά τωσαν αὐτὸν ἐν Ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ἀκολούθως μετὰ τοὺς ἀποστόλους τῆς Ἐκκλησίας καὶ τοῦ πρεσβυτερίου τοῦ ἐν ταύτῃ μνήμην ποιεῖται. Προστεθῆναι γὰρ τοῖς τῶν ἀγαθῶν εὐαγγελίοις ἔδει καὶ ταῦτα. ∆εῖ δὲ, φησὶν, ἐν τῇ τῶν ἐθνῶν Ἐκκλησίᾳ δοξάζειν τὸν παράδοξα ποιοῦντα Θεόν. Ἔθνη γὰρ καὶ Ἰουδαῖοι τὴν ἀλλήλων μετειλήφασι τάξιν. Οἱ μὲν γὰρ διὰ κακίας ἀποβληθέντες, ἀγγελικῆς ἐπιφανείας καὶ προφητικῶν χαρισμάτων ἐστερημένοι, ἥ τε τούτων χώρα καὶ πόλις