39
ἐχθραινόντων ἐκθλίβει αὐτούς, οπως μὴ βέβαιοι καὶ ἀμετακίνητοι ἐν τῇ εχθρᾳ γένωνται. οὐ γὰρ ἀπολέσαι αὐτοὺς προελόμενος θλίψει περιβαλεῖ, ἀλλ' ιν' αἰσθηθέντες οι κακῶν εἰσιν παύσωνται τῆς φιλέχθρου προαιρέσεως. 143 Ps 17,39b Τὸ πεσεῖν τοῦς ἐχθροὺς ὑπὸ τοὺς πόδας τοῦ ἁγίου οὐκ αλλο τι σημαίνει η ὑποταγὴν τῶν διαφόρων. ὡς γὰρ φαῦλον τὸ ἑστάναι ἐν τῇ χειρίστῃ εξει, ἀρχὴ σωτηρίας τὸ πεσεῖν ἀπ' αὐτῆς. πεσὼν γάρ τις ἀπ' αὐτῆς οὐκ ετι ἀντιτείνει, ἀλλ' εικει καὶ ὑποτάσσεται. 144 Ps 17,40b.41 Πάντας τοὺς ἐπανισταμένους ἐπ' ἐμὲ συνεπόδισας, οὐκ ἐπιτρέπων αὐτοῖς εμπροσθεν τῆς κακίας ἐλαύνειν. κωλυθέντες γὰρ τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς ὑποκάτω μου γενήσονται, οὐκ ετι διάφορόν με λογιζόμενοι ἀλλ' αρχοντα καὶ κεφαλὴν αὐτῶν, ιν' ἀντὶ μισούντων φιλοῦντες γένωνται· ῃ γὰρ τοιοῦτοί εἰσιν, ἐξωλότρευσας· οὐ γὰρ τὴν οὐσίαν αὐτῶν ἀλλὰ τὸ συμβὰν αὐτοῖς ἐξολοτρεύει. πάνυ γὰρ ἁρμόζει τῇ ἀγαθότητι τοῦ θεοῦ τὸ κακὸν ἀφανίζειν ἀλλ' οὐ τὴν οὐσίαν ῃ συμβέβηκεν τοῦτο. 145 Ps 17,42 Φησὶν γὰρ πρός τινας· Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, τῷ τὰς χεῖρας ὑμῶν, τουτέστι τὰς πράξεις, φονικὰς καὶ πλήρεις αιματος ειναι. 146 Ps 17,43 Τούτους τοὺς περὶ ων ὁ λόγος παχυνθέντας τῷ τὰ ἐπίγεια φρονεῖν καὶ ὑλικοὺς γεγενημένους, φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ, λεπτυνῶ διὰ προτροπῶν, νουθεσιῶν, ἀπειλῶν, ἐπιπόνου ἀγωγῆς, ιν' ὡς χοῦς γεγενημένοι κατὰ πρόσωπον τοῦ θείου πνεύματος, ἀνέμου τροπικῶς ὀνομαζομένου, απαν τὸ χοϊκὸν διαριφὲν ὑπ' αὐτῶν ὑπὸ τῆς πνοῆς τοῦ πνεύματος καθαρὸν παντὸς χοῦ τὸ ὑποκείμενον αὐτῶν ἐάσῃ, ῳ συμβεβήκει χοϊκῷ ειναι. ειεν δὲ καὶ ἑκουσίως ἐπὶ τοῦτο καλούμενοι, οις φησιν ὡς πρὸς ολην πόλιν ὁ κύριος· ̓Εκτίναξαι τὸν χοῦν σου, ̔Ιερουσαλήμ. Αὐτοὺς δὲ τούτους καὶ ὡς πηλὸν πλατειῶν λεανεῖ, ητοι ὁ κύριος η ὁ μιμητὴς αὐτοῦ δίκαιος. λεαινόμενος δὲ ουτος ὁ πηλὸς δυνήσεται αγγος ὀστράκινον γενέσθαι, χρησιμεύων ἐν τῇ μεγάλῃ οἰκίᾳ ἐν ῃ χρυσᾶ καὶ ἀργυρᾶ καὶ ξύλινα καὶ ὀστράκινα σκεύη ἐστίν· ἀλλ' ἐπεὶ τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ εἰς τιμήν, τὰ δὲ ξύλινα καὶ ὀστράκινα εἰς ἀτιμίαν ἐστίν, ὁ ἐκκαθαίρων ἑαυτὸν ἀπὸ τούτων γίνεται σκεῦος τιμῆς ἡγιασμένον καὶ ευχρηστον τῷ δεσπότῃ εἰς πᾶν εργον ἀγαθὸν ἡτοιμασμένον, τοὺς οντας τέως πηλὸν πλατειῶν, τουτέστι βόρβορον ἡδονῶν καὶ ἐπιθυμιῶν, ἀπαλλάττων πάσης τραχύτητος τῆς ἀπὸ τῶν παθῶν. ὁ ταῦτα λέγων, ὁμαλότητα διὰ τοῦ λεαίνειν ἐμποιῶν αὐτοῖς, αρτι αὐτοὺς σκεύη ὀστράκινα ποιήσει, ιν' αὐθαιρέτῳ ὁρμῇ ἑαυτοὺς ἐκκαθάρωσιν ὡς εἰς τιμὴν σκεύη γεγενῆσθαι χρυσέα η ἀργυρέα. ὡς γὰρ ἑαυτούς τινες ἐκ χρυσῶν καὶ ἀργυρῶν σκεύη ὀστράκινα γεγόνασιν (Υἱοὶ γὰρ Σιὼν οἱ τίμιοι ἐπηρμένοι ἀργυρίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα εργα χειρῶν κεράμεως;), ουτως ἐξ οἰκείας προαιρέσεως ἐξ ὀστρακίνων χρυσᾶ η ἀργυρᾶ γενήσονται. 147 Ps 17,44-46 ∆ιττοῦ δὲ τοῦ τῆς γνώσεως ὀνόματος σημαινομένου δηλοῖ ὁτὲ μὲν τὸ ἐπίστασθαι, ὁτὲ δὲ τὸ ἡνῶσθαι καὶ ἀνακεκρᾶσθαι τὸν γινώσκοντα τῷ γινωσκομένῳ. κατὰ τὸ πρότερον σημαινόμενον πάντας γινώσκει ὁ θεός, καὶ οὐ τοὺς σπουδαίους μόνους. πρὸς γὰρ τοὺς φαύλους ὁ σωτὴρ ειπεν· ̔Υμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς εμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· καὶ ἐν τῷ προφήτῃ· ∆ιότι εγνων πάσας τὰς ἁμαρτίας ὑμῶν. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον μόνους τοὺς δικαίους εἰδέναι λέγεται· Εγνω γὰρ κύριος τοὺς οντας αὐτοῦ, τοὺς δὲ φαύλους ἠγνόει. ῃ φησιν πρὸς αὐτοὺς ὁ σωτήρ· ̓Αποχωρεῖτε ἀπ' ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε εγνων ὑμᾶς. καὶ ὁ ἀπὸ τῶν ἐθνῶν ουν λαὸς μὴ γινωσκόμενος ὑπὸ τοῦ σωτῆρος, οτε ειδωλα καὶ δαιμόνια ἐθεράπευεν καὶ τὴν αλλην απασαν επραττεν κακίαν, μεταβαλὼν διὰ μετανοίας δουλεύειν τῷ Χριστῷ προσελήλυθεν. Ευ δὲ καὶ τὸ εἰπεῖν Ον οὐκ εγνων. οὐ γὰρ ειπεν· Λαὸς ον οὐ γινώσκω ἐδούλευσέν μοι. ὁ γὰρ ετι τὰ τῆς κακίας ἐνεργῶν οὐ γινώσκεται· ὁ δὲ παυσάμενος τῶν ἁμαρτημάτων οὐκ ἐγνώσθη μὲν πρότερον, γινώσκεται δὲ νῦν.