39
αʹ. Φιλάνθρωπος ὢν ὁ Θεὸς, ἀγαπητὲ, καὶ εὐεργετικὸς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἡμᾶς κατ' ἀρετὴν λάμπειν· καὶ βουλόμενος ἡμᾶς εὐδοκίμους εἶναι, καὶ τοῦτο, βίᾳ μὲν οὐδένα οὐδὲ ἀνάγκῃ, πειθοῖ δὲ καὶ τῷ ποιεῖν εὖ τοὺς βουλομένους ἅπαντας ἕλκει, καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. ∆ιὰ τοῦτο ἐλθόντα αὐτὸν οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἐδέξαντο. Οὐδένα γὰρ βούλεται ἄκοντα οὐδὲ ἠναγκασμένον ἔχειν οἰκέτην, ἀλλ' ἑκόντας ἅπαντας καὶ προαιρουμένους, καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότας. Ἄνθρωποι μὲν γὰρ, ἅτε ἐν χρείᾳ καθεστῶτες τῆς τῶν οἰκετῶν διακονίας, καὶ μὴ βουλομένους αὐτοὺς τῷ τῆς δεσποτείας κατέχουσι νόμῳ· ὁ δὲ Θεὸς, ἀνενδεὴς ὢν, καὶ μηδενὸς τῶν ἡμετέρων ἐν χρείᾳ καθεστηκὼς, τῆς δὲ ἡμετέρας ἕνεκεν σωτηρίας μόνον ἅπαντα πράττων, ἡμᾶς αὐτοὺς ποιεῖ τούτου κυρίους· καὶ διὰ τοῦτο τῶν μὴ βουλομένων οὐδενὶ βίαν ἐπιτίθησιν οὐδὲ ἀνάγκην. Πρὸς γὰρ τὸ συμφέρον ἡμῖν ὁρᾷ μόνον. Τὸ γὰρ ἄκοντας πρὸς ταύτην ἕλκεσθαι τὴν δουλείαν, ἴσον τῷ μηδὲ ὅλως δουλεύειν ἐστί. Τί οὖν κολάζει, φησὶ, τοὺς οὐκ ἐθέλοντας ὑπακούειν αὐτῷ; τί δὲ καὶ γέενναν ἠπείλησε τοῖς οὐκ ἀκούουσι τῶν ἐπιταγμάτων αὐτοῦ; Ὅτι καὶ μὴ πειθομένων ἡμῶν σφόδρα κήδεται, λίαν ὢν ἀγαθὸς, καὶ ἀποπηδώντων καὶ φευγόντων οὐκ ἀφίσταται· ἀλλ' ἐπειδὴ τὴν προτέραν τῆς εὐεργεσίας ὁδὸν ἀπωσάμεθα, ἐλθεῖν μὴ βουληθέντες τὴν διὰ τῆς πειθοῦς καὶ τοῦ παθεῖν εὖ, τὴν ἑτέραν ἐπεισήγαγε, τὴν διὰ τῆς κολάσεως καὶ τῶν τιμωριῶν, πικροτάτην μὲν οὖσαν, ἀναγκαίαν δὲ ὅμως. Ὅταν γὰρ ἡ προτέρα ἀτιμάζηται, ἀναγκαία τῆς δευτέρας ἡ ἐπεισαγωγή. Ἐπεὶ καὶ οἱ νομοθέται πολλὰς καὶ χαλεπὰς κατὰ τῶν ἡμαρτηκότων τιθέασι τιμωρίας, καὶ ὅμως αὐτοὺς οὐκ ἀποστρεφόμεθα διὰ ταῦτα, ἀλλὰ καὶ μᾶλλον τιμῶμεν τῶν κολάσεων χάριν, καὶ ὅτι μηδενὸς δεόμενοι τῶν παρ' ἡμῶν, πολλάκις δὲ οὐδὲ εἰδότες τίνες ποτὲ ἔσονται οἱ μέλλοντες τῆς διὰ τῶν γραμμάτων αὐτῶν ἀπολαύσεσθαι βοηθείας, ὅμως ἐφρόντισαν τῆς κατὰ τὸν βίον τὸν ἡμέτερον εὐταξίας, τιμῶντες μὲν τοὺς ἐν ἀρετῇ ζῶντας, εἴργοντες δὲ διὰ τῶν τιμωριῶν τοὺς ἀκολάστους, καὶ τῇ τῶν λοιπῶν ἡσυχίᾳ λυμαινομένους. Εἰ δὲ τούτους θαυμάζομεν καὶ φιλοῦμεν, οὐ πολλῷ μᾶλλον τὸν Θεὸν ἐκπλήττεσθαι δεῖ καὶ ἀγαπᾷν τῆς τοσαύτης ἕνεκεν κηδεμονίας; Καὶ γὰρ ἄπειρον τὸ μέσον ἐστὶ τῆς τε ἐκείνων καὶ τῆς τούτου προνοίας τῆς εἰς ἡμᾶς. Ἄφατός τε ὄντως καὶ ὑπερβολὴν πᾶσαν νικῶν ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ. Σκόπει δέ· Εἰς τὰ ἴδια ἦλθεν, οὐ τῆς αὑτοῦ χρείας ἕνεκεν (ἀνενδεὲς γὰρ, ὅπερ ἔφην, τὸ Θεῖον), ἀλλὰ τῆς τῶν ἰδίων ἕνεκεν 59.74 εὐεργεσίας. Καὶ οὐδὲ οὕτως αὐτὸν οἱ ἴδιοι εἰς τὰ αὑτοῦ παραγενόμενον ἐπ' ὠφελείᾳ τῇ αὑτῶν παρέλαβον, ἀλλὰ καὶ διεκρούσαντο· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν. Καὶ οὐδὲ οὕτω τῆς μετανοίας αὐτοὺς ἀπέκλεισεν, ἀλλ' ἔδωκεν, εἰ βουληθεῖεν μετὰ τὴν τοσαύτην παρανομίαν πάντα ἀπολούσασθαι τὰ πλημμεληθέντα, διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ τοῖς οὐδὲν τοιοῦτον εἰργασμένοις, ἀλλὰ μάλιστα πάντων αὐτῷ φίλοις ἐξισωθῆναι. Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι, λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα. Οὗτος γὰρ τὸν Χριστὸν διώκων μετὰ τὸν σταυρὸν, καὶ τὸν ἐκείνου μάρτυρα Στέφανον ταῖς πολλαῖς βαλὼν χερσὶν, ἐπειδὴ μετενόησε καὶ κατέγνω τῶν πρότερον ἁμαρτηθέντων αὐτῷ, καὶ τῷ διωχθέντι προσέδραμεν, εἰς τοὺς φίλους αὐτὸν εὐθέως καὶ τὰ πρωτεῖα ἔχοντας κατέλεξε, κήρυκα καὶ διδάσκαλον τῆς οἰκουμένης ἁπάσης ἀποφήνας αὐτὸν, τὸν βλάσφημον, τὸν διώκτην, τὸν ὑβριστήν· καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν, ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην. ∆ιὰ τοῦτο ἄνω