1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

39

οἰστικὴ πρό τερον οὖσα καρπῶν ἀγαθῶν, ἐκ τῆς εἰς Χριστὸν παροι νίας ἄκαρπος ἔτι διατελεῖ, οὐ μητρόπολις οὖσα, οὐχ ἱερὸν, οὐχ ἅγια ἁγίων ἔχουσα, οὐχ ἱερωσύνην, οὐ βασιλείαν· ἐθνικοῖς δὲ δουλεύουσι νόμοις ἐκπεσόντες ἐλευθερίας. Ἡ δὲ πρὶν ἄνυδρος ἐθνῶν Ἐκκλησία, ἔρημός τε καὶ 55.671 πλανωμένη, πλήρης νῦν ἀγαθῶν, καὶ τοὺς πεινῶντας πληροῖ, καὶ συνεστήσατο τὴν ἔνθεον πολιτείαν. Αὕτη γὰρ πόλις κατοικεσίας, ἐν ᾗ καὶ λογικὴ τροφὴ καὶ ἄρτος οὐράνιος. Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν. Ἐν ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυ ματουργίας διεξιών. Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πά λαι πολλοῖς ἀρδόμενοι προφητικοῖς ποταμοῖς, καὶ καρ πὸν ὥριμον προσφέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μι κρᾶς ἀπολαύουσιν, ἀλλ' ἔρημοι παντελῶς διὰ τὴν οἰκείαν πονηρίαν τῆς προτέρας ἀρδείας γεγένηνται. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διε ξόδους ὑδάτων. Τὰ δὲ πάλαι ἔρημα ἔθνη καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περι κλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα. Ἰδοὺ τοίνυν πῶς τὰ περὶ τῆς Ἐκκλησίας συμφώνως τῷ Ἡσαΐᾳ ἐκτίθεται. Φησὶ γὰρ κἀκεῖνος· Θήσω τὴν ἔρημον εἰς ἕλη, καὶ διψῶσαν γῆν εἰς ὑδραγωγούς. Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν. Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. Ὁ γὰρ οὐράνιος σπό ρος ἐκ τῶν ἀποστόλων ἐκ διαδοχῆς ἀεὶ παραδιδόμενος ἐν ταῖς τοῦ μετανοίας βίου ψυχαῖς κατασπείρεται, περὶ οὗ φησιν ὁ Σωτήρ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἃ μὲν ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, ἃ δὲ ἐπὶ τὴν πέτραν, ἃ δὲ παρὰ τὴν ὁδὸν, ἃ δὲ ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν. Φυτεύονται δὲ καὶ ἀμπε λῶνες, αἱ πανταχοῦ τῆς γῆς Ἐκκλησίαι, κατὰ τὸ, Ἐγώ σε ἐφύτευσα, ἄμπελον καρποφόρον, πᾶσαν ἀληθι νήν· καὶ, Ἄμπελος ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ὡς γὰρ τὴν τῶν Ἰουδαίων ἐδήλου διὰ τούτων συναγωγὴν, οὕτω νῦν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν. Ὅτι δὲ καρπὸν δικαιοσύνης ἐποίησαν τὰ ἔθνη, φησὶν ὁ Σωτήρ· Ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ ἐκ τοῦ προτέρου λαοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτῆς. Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύν θησαν σφόδρα· καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.

εʹ. Ταῦτα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος δὲ παραβολαῖς τοιαύταις ἐχρήσατο, καὶ ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ δὲ ἑαυτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε· καὶ πάλιν· Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε. Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύ γματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παρα δείσους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν. Καὶ ἅπαντες δὲ οἱ μετ' ἐκείνους τὴν διδα σκαλίαν πεπιστευμένοι, ταὐτὸ τοῦτο δρῶντες διατελοῦ σιν. Ὁ γὰρ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον ἀπόστολον· κτήνη δὲ καλεῖ τοὺς ὑπ' αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξησε, τῆς θαυμα τουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακά ριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· Ὁ δὲ Κύριος προσ ετίθει τοὺς