1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

39

εὐθὺς ἐρέσθαι φασὶν, ἢν ἐς τοὺς τρεῖς τίς ποτε διαβάλλοιτο, τίνος ἂν αὐτῶν ἡ τοῦ πράγματος διάγνωσις εἴη· τὸν δὲ ὑπολαβόντα φάναι, ὅστις ἂν αὐτῶν προ20.15 τερήσας τοὺς ἄλλους φθάνοι. ἀλλὰ καὶ τὴν τοῦ κοιαίστωρος καλουμένην ἀρχὴν διέθετο οὐδενὶ κόσμῳ, ἧσπερ διαφερόντως ἐπεμελοῦντο οἱ πρότερον βεβασιλευκότες, ὡς εἰπεῖν, ἅπαντες, ὅπως τε τὰ ἄλλα ἔμπειροι καὶ σοφοὶ καὶ τὰ ἐς τοὺς νόμους μάλιστα εἶεν οἱ ταύτην διαχειρίσαντες καὶ χρημάτων διαφανῶς ἀδωρότατοι, ὡς οὐκ ἄνευ μεγάλου ὀλέθρου τούτου γε τῇ πολιτείᾳ γενησομένου, εἴπερ οἱ ταύτην τὴν ἀρχὴν ἔχοντες ἢ ἀπειρίᾳ τινὶ ἔχοιντο ἢ φιλοχρηματίᾳ ἐφεῖντο. 20.16 ὁ δὲ βασιλεὺς οὗτος πρῶτον μὲν ἐπὶ ταύτης Τριβωνιανὸν κατεστήσατο, οὗπερ τὰ ἐπιτηδεύματα ἐν τοῖς 20.17 ἔμπροσθεν λόγοις διαρκῶς εἴρητο. ἐπεὶ δὲ ὁ Τριβωνιανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, μοῖραν μὲν αὐτοῦ τῆς οὐσίας ἀφείλετο, καίτοι παιδός τέ οἱ ἀπολελειμμένου καὶ πλήθους ἐκγόνων, ἐπεὶ ἐπεγένετο τῷ ἀνθρώπῳ ἡ τέλειος ἡμέρα τοῦ βίου,Ἰούνιλον δὲ Λίβυν γένος ἐπὶ τῆς τιμῆς κατεστήσατο ταύτης, νόμου μὲν οὐδὲ ὅσον ἀκοὴν ἔχοντα, ἐπεὶ οὐδὲ τῶν ῥητόρων τις ἦν, γράμματα δὲ Λατῖνα μὲν ἐξεπιστάμενον,Ἑλληνικῶν μέντοι ἕνεκα οὐδὲ πεφοιτηκότα πρὸς γραμματιστοῦ πώποτε, οὐδὲ τὴν γλῶσσαν αὐτὴν ἑλληνίζειν δυνά μενον (πολλάκις ἀμέλει φωνὴνἙλληνίδα προθυμηθεὶς ἀφεῖναι πρὸς τῶν ὑπηρετούντων γέλωτα ὦφλεν), ἐς δὲ τὴν αἰσχροκέρδειαν δαιμονίως ἐσπουδακότα, ὅς γε γράμματα μὲν τὰ βασιλέως ἐν δημοσίῳ ἀπεμπολῶν ὡς 20.18 ἥκιστα κατεδύετο. ἑνὸς δὲ στατῆρος χρυσοῦ ἕνεκα τὴν χεῖρα ὀρέγειν τοῖς ἐντυγχάνουσιν οὐδαμῆ ὤκνει. 20.19 οὐχ ἧσσόν τε ἢ ἑπτὰ ἐνιαυτῶν χρόνον τοῦτον ἡ πολι20.20 τεία τὸν γέλωτα ὦφλεν. ἐπεὶ δὲ καὶἸούνιλος ἐς τὸ μέτρον τοῦ βίου ἀφίκετο, Κωνσταντῖνον ἐπὶ τοῦδε τοῦ ἀξιώματος κατεστήσατο, νόμων μὲν ὄντα οὐκ ἀμελέτητον, νέον δὲ κομιδῆ καὶ οὔπω ἀγωνίας δικανικῆς ἐς πεῖραν ἐλθόντα, κλεπτίστατον δὲ καὶ ἀλαζονικώτα20.21 τον ἀνθρώπων ἁπάντων. οὗτοςἸουστινιανῷ ποθεινότατός τε ἄγαν καὶ φίλτατος ἐν τοῖς μάλιστα ἐγεγόνει, ἐπεὶ καὶ δι' αὐτοῦ κλέπτειν τε καὶ δικάζειν ἀεὶ ὁ 20.22 βασιλεὺς οὗτος οὐδαμῆ ἀπηξίου. διὸ δὴ χρήματα μεγάλα χρόνου ὀλίγου Κωνσταντῖνος ἔσχε καὶ ὑπερφυεῖ τινι κόμπῳ ἐχρῆτο, ἀεροβατῶν τε καὶ πάντας ἀνθρώπους περιφρονῶν, κἂν μέν τινες αὐτῷ πολλὰ βούλοιντο χρήματα προέσθαι, ταῦτα δὴ κατατιθέντες τῶν οἱ πιστοτάτων τισὶ τὰ σφίσιν ἐσπουδασμένα 20.23 κατορθοῦν ἴσχυον. αὐτῷ μέντοι ἐντυχεῖν ἢ ξυγγενέσθαι τῶν πάντων οὐδενὶ γέγονε δυνατὸν, ὅτι μὴ ἐς βασιλέα δρόμῳ ἰόντι ἢ ἀπαλλασσομένῳ ἐνθένδε οὐ βάδην, ἀλλὰ σπουδῇ τε καὶ τάχει πολλῷ τοῦ μή τινά οἱ ἀκερδῆ ἀσχολίαν τοὺς προσιόντας προστρίβεσθαι. 21.1 Ταῦτα μὲν οὖν τῇδε βασιλεῖ τῷδε εἶχε. πρὸς δὲ τοῦ τῶν πραιτωρίων ἐπάρχου ἀνὰ πᾶν ἔτος πλέον ἢ τριάκοντα κεντηνάρια πρὸς τοῖς δημοσίοις ἐπράσ21.2 σετο φόροις. οἷς δὴ ὄνομα τὸ ἀερικὸν ἐπιτέθεικεν, 21.2 ἐκεῖνο, οἶμαι, παραδηλῶν, ὅτι δὴ οὐ τεταγμένη τις οὐδὲ ξυνειθισμένη οὖσα ἡ φορὰ ἐτύγχανεν αὕτη, ἀλλὰ τύχῃ τινὶ ὥσπερ ἐξ ἀέρος ἀεὶ αὐτὴν φερομένην ἐλάμβανε, δέον τῆς πονηρίας τῆς αὐτοῦ ταῦτα ἐπικαλεῖν 21.3 ἔργα. ὧν δὴ τῷ ὀνόματι οἱ ἐπὶ τῆς ἀρχῆς τεταγμένοι ἀδεέστερον ἀεὶ ταῖς ἐς τοὺς κατηκόους λῃστείαις 21.4 ἐχρῶντο. καὶ ταῦτα μὲν τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίουν, αὐτοὶ δὲ πλοῦτον βασιλικὸν περιεβάλλοντο 21.5 οὐδενὶ πόνῳ. ὧνπερἸουστινιανὸς ἐπιστροφὴν οὐδεμίαν ἐδικαίου ποιεῖσθαι, καιροφυλακῶν ὅπως, ἐπειδὰν τάχιστα πλούτου τι μέγα περιβάλωνται χρῆμα, ἔγκλημα ὅ τι δὴ αὐτοῖς ἐπενεγκὼν ἀπροφάσιστον ἀθρόον αὐτοῖς ἀφαιρεῖσθαι τὴν οὐσίαν ἱκανὸς εἴη. ὅπερ καὶἸωάννην 21.6 τὸν Καππαδόκην εἰργάσατο. ἅπαντες οὖν ἀμέλει ὅσοι τῆς τιμῆς ὑπὸ τὸν χρόνον τοῦτον ἐλαμβάνοντο πλούσιοι ἐξαπιναίως οὐδενὶ γεγένηνται μέτρῳ, δυοῖν μέντοι χωρὶς, Φωκᾶ τε, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ δικαίου ἐς τὸ ἀκρότατον ἐπιμελητοῦ γεγονότος· κέρδους γὰρ ὁτουοῦν οὗτος ὁ ἀνὴρ ἐν τῷ ἀξιώματι καθαρὸς ἔμεινε, καὶ