40
τούτοις συνᾴδει τὸ ἀποστολικὸν φάσκον· ̓Αλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ ουσιν θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. οτε γὰρ ἠγνόουν θεόν, ἠγνοοῦντο ὑπ' αὐτοῦ, γνόντες δὲ αὐτὸν ἐγνώσθησαν ὑπ' αὐτοῦ. Ισως δὲ δόξειέν τισιν παρέλκον ειναι τὸ εἰρημένον Εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι, τῷ πάντα τὸν ὑπακούοντα ὠτίῳ ὑπακούειν. οὐ παρελκόντως δὲ οὐδὲ περιττῶς πρόσκειται τὸ ὠτίον τῷ πάντα τὸν ὑπακούοντα, τῷ θεῷ μὴ ἀνθρωπίνῃ καὶ θνητῇ ἀκοῇ χρᾶσθαι ἀλλ' ὠτίῳ θείῳ ἐκ προσθήκης τῷ εχοντι παραγινομένῳ· Προσέθηκεν γάρ μοι ὠτίον ἀκούειν. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ τὰ ἑξῆς. τῶν ἀγαθῶν ἀρχὴ καὶ πηγὴ τυγχάνων ὁ θεὸς πατὴρ γίνεται τῶν ἀγαθοεργούντων, καὶ οσον ἐν τῷ ποιεῖν τὰ δέοντα τυγχάνουσιν ουτοι ιδιοι υἱοὶ τοῦ θεοῦ μετέχοντες τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ. εἰ δὲ ἀπροσεκτήσαντες τῶν ἐναντίων μεθέξουσιν (ταῦτα δ' ἐστὶν τὰ κακὰ), ἀλλοτριωθεῖεν θεοῦ, οις ἀκολουθήσει καὶ τὸ παλαιωθῆναι. κοινωνοῦντες γὰρ τῇ ἀρετῇ, λαμπρᾷ καὶ ἀμαράντῳ σοφίᾳ καὶ ἀγήρῳ, ἀεὶ νεάζοντες ἐτύγχανον, μεταπεσόντες δὲ εἰς τὴν κακίαν παλαιωθεῖεν ὑπὸ τῆς φθορᾶς αὐτῶν (ιν' ουτως ειπω) τριβακούμενοι. Καὶ ετι ἐπεὶ περὶ ̓Ιουδαίων ἐστὶν ὁ στίχος, ουτοι δὲ παρακάθηνται τῇ παλαιότητι τοῦ γράμματος οὐδὲ κατὰ ποσὸν επεσθαι τῇ καινότητι τοῦ πνεύματος ἀνεχόμενοι, Υἱοὶ ἀλλότριοι καὶ πεπαλαιωμένοι γεγένηνται· ουτοι δὲ καὶ ἐπαμφοτερισταὶ καὶ δίψυχοι γεγενημένοι χωλεύειν ἀπὸ τῶν σφῶν τριβῶν λέγονται. τὸ γὰρ ἐπαμφοτερίζειν χωλεύειν ̓Ηλίας ειπεν φάσκων· Εως πότε χωλανεῖτε ἐπαμφοτέραις ταῖς ἰγνύαις; εἰ εστιν κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ τάχα πᾶς ὁ τὴν θείαν γραφὴν προσηκάμενος, μὴ ὡς δεῖ διανοούμενος αὐτήν, χωλεύειν ἐν αὐτῇ λέγεται τοῦ μὴ παραδεξαμένου αὐτήν, μήτε βαδίζοντος μήτε χωλεύοντος ἐν αὐτῇ. 148 Ps 17,47a Λέγεται ζῆν ὁ θεός, οὐ ζωῆς μεταλαμβάνων ἀλλὰ ταύτην παρέχων. καὶ αὐτὸς γοῦν περὶ ἑαυτοῦ πολλάκις τὸ Ζῶ ἐγώ, λέγει κύριος, φησίν. ἀλλὰ καὶ ὁ σωτὴρ φάσκων Καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, παρίστησιν, οτι ζῇ οὐ κοινωνίᾳ ζωῆς· αὐτὸς γάρ ἐστιν ἡ ζωή, ἐξ ου συνάγεται ὁμοούσιον ειναι τῷ πατρὶ τὸν υἱόν· εἰ γὰρ ζωὴ ὁ υἱὸς οὐ μετουσίᾳ ζωῆς ἀλλὰ ζωοποιῶν αὐτὸς τοὺς μετέχοντας αὐτοῦ, ζῇ δὲ καὶ ὁ πατὴρ χορηγῶν ζωὴν κατὰ τὰ αὐτὰ τῷ υἱῷ τῆς αὐτῆς ἐνεργείας ἀποδιδομένης πρὸς πατρὸς καὶ υἱοῦ, ἡ αὐτὴ ειη πατρὸς καὶ υἱοῦ οὐσία. καὶ αυτη δὲ ἡ λέξις τοῦτο παρίστησιν· Ζῶν, φησίν, ὁ πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, ὡσεὶ ελεγεν, διὰ τὸ τοιοῦτον εχειν πατέρα ος κατ' οὐσίαν ζῇ καὶ αὐτὸς ζῶν ὑπάρχει. Αὐτὸς ὁ ζῶν θεὸς καὶ εὐλογητός ἐστιν, εὐλογήσας τοὺς ἁγίους ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις. ῥηθείη αν εὐλογητὸς τῷ πᾶσαν εὐλογίαν περὶ αὐτὸν ειναι. πᾶν γὰρ τὸ περὶ αὐτοῦ λεγόμενον καὶ φρονούμενον καὶ εὐλόγως λέγεται καὶ φρονεῖται. 149 Ps 17,47b ̔Ο τῆς σωτηρίας μου θεὸς ὑψοῦται, αισθησίν μου λαβόντος τοῦ μεγέθους αὐτοῦ· ων γὰρ μεγάλα τὰ εργα, καὶ αὐτοὶ μεγάλοι. ἐπεὶ ουν ὑψηλὸν εργον ἡ σωτηρία τοῦ λογικοῦ ζῴου, ἀνάγκη ὑψηλὸν ειναι τὸν ταύτης αιτιον. ̔Υψοῦται δὲ θεὸς οὐκ ἐκ ταπεινοῦ τόπου εἰς ὑψηλὸν μεταβάλλων, ἀλλ' ἡμῶν μεγάλα περὶ αὐτοῦ φρονεῖν διεγνωκότων. 150 Ps 17,50 Ητοι γὰρ εὐχαριστῶν ὑπὲρ τῆς τούτων προκοπῆς καὶ σωτηρίας ἐξομολογεῖται, η τὰς ἁμαρτίας αὐτῶν εἰς ἑαυτὸν ἀναδεξάμενος τῆς μετανοίας αὐτῶν πρεσβευτὴς γινόμενος· ἀμφότερα γὰρ σημαίνει ἡ ̓Εξομολογήσομαί σοι φωνή. ἀλλὰ καὶ ψάλλει ἐν ὀνόματι τοῦ πατρὸς ὁ υἱός, πάντα ἐργαζόμενος κατὰ τὸ θέλημα τοῦ πατρός. 151 Ps 17,51a Τὰς σωτηρίας τοῦ βασιλέως Χριστοῦ μεγαλύνων ὁ πατήρ, οὐχ ας αὐτὸς ὁ βασιλεὺς σῴζεται ἀλλ' ας παρέχει τοῖς πρὸς αὐτοῦ σῳζομένοις. θεοῦ δ' ἐστὶν ὁ βασιλεύς, οὐχ ὡς αὐτοῦ τοῦ θεοῦ βασιλεύων ἀλλὰ τῶν τῷ θεῷ ἀνακειμένων. καὶ γὰρ τὸν αρχοντα ὁτὲ μὲν τῶν ἀρχομένων ειναι λέγομεν ὡς ἡγούμενον αὐτῶν, ὁτὲ δὲ τοῦ βασιλέως αρχοντα κατὰ