40
σωζομένους καθ' ἡμέραν. Καὶ αὐτὸς δὲ ὁ Κύριος πρόβατα καλεῖ τοὺς πεπιστευκότας. Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει. Καὶ ὠλι γώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. Οὗτοι μὲν οὖν, φησὶν, οἱ πάλαι τὴν ἔρημον οἰ κοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐθηνίας καὶ εὐλογίας πεπιστευκότες ἀπήλαυσαν· οἱ δὲ πάλαι τῆς τῶν προ φητῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης καὶ ἔρημοι παντελῶς με μενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμ φοραῖς καὶ εἰς ἅπασαν τὴν οἰκουμένην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι. Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν. Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πράγματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες εἶναι καὶ διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου, ἀλλ' οἱ πάλαι περιφανεῖς περί 55.672 βλεπτοι, ἄσημοι παντελῶς εἰσι, καὶ ὑπ' αὐτῶν ἐκείνων καταφρονούμενοι. Εἰ γὰρ καὶ σωματικῶς οἱ Ἰουδαῖοι πληθύνουσι κατὰ τὸ, Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ' οὐ πάντας ἀξίους ἀποφαίνει τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου· Ἐὰν γένωνται υἱοὶ Ἰσραὴλ,ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσε ται· ὅπερ νῦν λέγει, ὅτι Ὠλιγώθησαν, καὶ κατεφθά ρησαν ἀπὸ συνοχῆς κακῆς καὶ ταλαιπωρίας. Ἀλλὰ ταῦτα μὲν οἱ πολλοί· οἱ δὲ προύχοντες ἐν ἀξιώμασι καὶ γνώσει παρεδόθησαν ἐξουδενώσει, οὓς δὴ Καὶ ἐπλάνησεν ὁ Θεὸς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. Ὁ δὲ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλὰ τοὺς μὴ πειθομένους αὐτῷ, ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀκυβέρνητοι τῇδε κἀκεῖσε περι φερόμενοι, πλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν εὐθεῖαν γὰρ καταλιπόντες ὁδὸν τοῖς οἰκείοις ἕπονται λογισμοῖς. Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας, καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Σύμμαχος· Καὶ ὀχυρώσεις πένητα ἀπὸ κακώσεως. Πένητα δὲ λέγει τὸν ἐξ ἐθνῶν λαόν. Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Ἀκύλας· Καὶ θήσει, ὡς ποίμνιον συγγενείας. Καὶ ὁ Σύμμαχος· Καὶ τάξει, ὡς ποίμνια, τὰς συγγενείας. Λέγει δὲ τὰς κατὰ πόλιν καὶ χώραν συστάσας Ἐκκλησίας. Καὶ ὁ Σωτὴρ δέ φησι περὶ τοῦ ἰδίου λαοῦ· Τὰ ἐμὰ πρό βατα τῆς ἐμῆς φωνῆς ἀκούει. Ὡς δὲ περὶ μελλόντων καὶ μήπω παρόντων φησίν. Ὄψονται εὐθεῖς καὶ εὐ φρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει στόμα αὐτῆς. Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ. Τίνα δὲ ὄψονται, ἀλλ' ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; ∆ιὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι ὀφθαλ μοὶ, ὅτι βλέπουσιν, ἃ πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, καὶ οὐκ εἶδον. Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ' αὐτὴν πεποιημένον. Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυ ρίου; Τὸ πολὺ γὰρ αὐτῶν ἀνάκειται πνευματικῇ διανοίᾳ, καὶ δεῖται σοφίας εἰς νόησιν. Ἀλλ' οὐ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε τὸ τὰς θείας νομοθεσίας φυλάξαι, παντὸς, ἀλλὰ τοῦ βοῶντος πρὸς τὸν ∆εσπότην· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. ∆ι' ὧν δὲ λέγει, Συνήσουσιν, ὡς μέλλουσαν τοῖς ἐξ ἐθνῶν τὴν θεωρίαν ἀνέπεμψεν· ᾧ ἡ δόξα Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΨΑΛΜ. ΡΖʹ.
Ὠδὴ ψαλμοῦ τῷ ∆αυΐδ. Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς τὴν Ἰουδαίων ἐπάνοδον