1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

40

Βάσσου, ὃς δὴ ἐν χρόνῳ 21.7 τῷ ὑστέρῳ τὴν ἀρχὴν ἔλαβεν. ὧνπερ οὐδέτερος ἐνιαυτὸν διασώσασθαι τὴν τιμὴν ἔσχεν, ἀλλ' ἅτε ἀχρεῖοί τε καὶ τοῦ καιροῦ τὸ παράπαν ἀλλόκοτοι μηνῶν που 21.8 ὀλίγων τοῦ ἀξιώματος ἔξω γεγένηνται. ἵνα δὲ μὴ τὸ καθ' ἕκαστόν μοι διηγουμένῳ ἀτελεύτητος ὁ λόγος εἴη, ταῦτα κἀν ταῖς ἄλλαις ἐπράσσετο ταῖς ἐν Βυζαντίῳ ἀρχαῖς. 21.9 Πανταχόθι μέντοι τῆςῬωμαίων ἀρχῆς ὁἸουστινιανὸς ἐποίει τάδε. τοὺς πονηροτάτους τῶν ἀνθρώπων ἀπολεξάμενος διεφθάρθαι ἀπεδίδοτο τὰς ἀρχὰς σφίσι 21.10 χρημάτων μεγάλων. σώφρονι γὰρ ἀνδρὶ ἢ ξυνέσεως ὁπωστιοῦν μεταλαχόντι ἔννοια οὐδεμία ἐγένετο χρήματα οἰκεῖα προΐεσθαι, ἐφ' ᾧ δὴ τοὺς οὐδὲν ἠδικη21.11 κότας ληΐζηται. τοῦτό τε τὸ χρυσίον πρὸς τῶν ξυμβαλλόντων κεκομισμένος ἐς τὴν ἐξουσίαν αὐτοὺς 21.12 ἐνεβίβαζε τοῦ τοὺς κατηκόους πάντα ἐργάζεσθαι. ἀφ' ὧν ἔμελλον τὰς χώρας αὐτοῖς ἀνθρώποις ἀπολοῦντες 21.13 ἁπάσας πλούσιοι τὸ λοιπὸν ἔσεσθαι αὐτοί. οἱ δὲ τὰς τῶν πόλεων τιμὰς ἐπὶ τόκοις ἁδροῖς τισιν ἀπὸ τῆς τραπέζης δεδανεισμένοι καὶ τῷ ἀποδεδομένῳ ἀπαριθμήσαντες, ἐπειδὴ ἐγίνοντο ἐν ταῖς πόλεσι, πᾶσαν κακοῦ ἰδέαν ἐς τοὺς ἀρχομένους ἀεὶ ἐνδεικνύμενοι οὐκ ἄλλου του ἐν ἐπιμελείᾳ καθίσταντο ἢ ὅπως τοῖς χρήσταις τὰ ὡμολογημένα τελέσειαν καὶ αὐτοὶ τὸ λοιπὸν ἐν τοῖς πλουσιωτάτοις τετάξονται, οὐκ ἔχοντος αὐτοῖς κίνδυνόν τινα ἢ ὕβριν τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον, ὅσῳ καὶ πλείους τῶν σφίσι παραπεπτωκότων οὐδενὶ λόγῳ ἀποκτείναντες ληΐζεσθαι ἴσχυον. 21.14 τὸ γὰρ τοῦ φονέως τε καὶ λῃστοῦ ὄνομα ἐς τὸ τοῦ 21.15 δραστηρίου αὐτοῖς ἀποκεκρίσθαι ξυνέβαινεν. ὅσους μέντοι τῶν ἐχόντων ἀρχὰς ᾔσθετο πλούτῳ ἀκμάζοντας, τούτους δὴ σκήψεσι σαγηνεύσας εὐθὺς ἅπαντα συλλήβδην ἀφῃρεῖτο τὰ χρήματα. 21.16 Μετὰ δὲ νόμον τοὺς τὰς ἀρχὰς ἔγραψε μετιόντας ὀμνύναι ἦ μὴν καθαροὺς ἀπὸ πάσης κλοπῆς σφᾶς αὐτοὺς ἔσεσθαι, καὶ μήτε τι δώσειν τῆς ἀρχῆς ἕνεκα 21.17 μήτε λήψεσθαι. ἀράς τε πάσας ἐπέβαλεν, ὅσαι πρὸς τῶν παλαιοτάτων ὠνομασμέναι εἰσὶν, ἤν τις τῶν γε21.18 γραμμένων ἐκβαίη. ἀλλὰ τοῦ νόμου τεθέντος οὔπω ἐνιαυτὸν αὐτὸς μὲν τῶν γεγραμμένων καὶ κατηραμένων ὀλιγωρήσας καὶ τῆς ὑπὲρ τούτων αἰσχύνης, ἀδεέστερον τὰ τιμήματα τῶν ἀρχῶν οὐκ ἐν παραβύστῳ, ἀλλ' ἐς 21.19 τὸ δημόσιον τῆς ἀγορᾶς ἔπραττεν. οἱ δὲ τὰς ἀρχὰς ὠνημένοι διώμοτοι μᾶλλον ἢ πρότερον πάντα ἐσύλων. 21.20Ὕστερον δὲ καὶ ἄλλο τι ἐπετεχνήσατο ἀκοῆς κρεῖσσον. τῶν ἀρχῶν, ἅσπερ ἀξιωτάτας ἔν τε Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ᾤετο εἶναι, οὐκέτι ἀπεμπολεῖν ἔγνω ᾗπερ τὰ πρότερα, μισθωτοὺς δὲ διερευνώμενος ἐχειροτόνει, τάξας αὐτοῖς ὅ τι δὴ μισθαρνοῦντας ἀπο21.21 φέρειν αὐτῷ τὰ φώρια πάντα. οἱ δὲ τὴν μίσθωσιν κεκομισμένοι ἀδεέστερον ξυμφορήσαντες ἐκ πάσης γῆς ἅπαντα ἔφερον καὶ περιήρχετο μισθοφόρος ἐξουσία τῷ τῆς ἀρχῆς ὀνόματι καταληϊζομένη τοὺς ὑπηκόους. 21.22 οὕτως ὁ βασιλεὺς ἀκριβολογούμενος τὸν ἅπαντα χρόνον ἐκείνους ἐφίστη τοῖς πράγμασιν οἳ δὴ πάντων κατὰ τὸν ἀληθῆ λόγον μιαρώτατοι ἦσαν, ἀεί τε τὸ 21.23 κακὸν τοῦτο ἰχνηλατῶν κατετύγχανεν. ἡνίκα οὖν ἀμέλει τοὺς πρώτους πονηροὺς ἐπὶ τῆς ἀρχῆς κατεστήσατο ἐς φῶς τε αὐτῶν ἡ τῆς δυνάμεως ἐξουσία τὴν κακοτροπίαν ἐξήνεγκεν, ἐθαυμάζομέν γε ὅπως δὴ κακότητα 21.24 τοσαύτην ἀνθρώπου φύσις ἐχώρησεν. ἐπεὶ δὲ αὐτοὺς οἱ χρόνῳ τῳ ἀρχὰς ἐκδεξάμενοι πολλῷ τῷ περιόντι παρελᾶν ἴσχυσαν, διηποροῦντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι ὅντινα τρόπον οἱ πρόσθεν πονηρότατοι δόξαντες τοσούτῳ παραλόγῳ ἅτε αὐτοὶ καλοὶ καὶ ἀγαθοὶ γεγονότες ἐν τοῖς σφετέροις ἐπιτηδεύμασι, πρὸς τῶν ἐπιγενομένων ἡσσήθησαν, αὖθίς τε οἱ τρίτοι τοὺς δευτέρους ὑπερηκόντισαν πονηρίᾳ τῇ πάσῃ, καὶ μετ' ἐκείνους ἕτεροι τοῖς τῶν ἐγκλημάτων καινοτομήμασιν 21.25 ὄνομα χρηστὸν τοῖς φθάσασι προσετρίψαντο. μηκυνομένου τε τοῦ κακοῦ πᾶσιν ἐκμεμαθηκέναι τῷ ἔργῳ ξυνέβη ὅτι δὴ τοῖς ἀνθρώποις ἐπ' ἄπειρον μὲν ἡ πονηρία φύεσθαι εἴωθε, μαθήσει δὲ τῶν προγεγενημένων ἐκτρεφομένη καὶ τῇ τῆς παρρησίας ἐξουσίᾳ ἐς τὸ