1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

41

τοὺς νόμους αὐτοῦ. 152 Ps 17,51bc Ελεος ποιεῖ τῷ Χριστῷ, ἐλεῶν τοὺς ὑπὸ Χριστὸν ὑπὲρ ων ἱερᾶται καὶ ων βασιλεύει· ἱερέα καὶ βασιλέα σημαίνει ἡ Χριστὸς φωνή. Εἰ μὲν περὶ τοῦ ∆αυὶδ τουτέστι παντὸς τοῦ ἱκανοῦ τῇ χειρὶ ειη ἡ λέξις, δηλοῖ ἐλεοῦντα τὸν θεὸν τοὺς πρακτικοὺς ανδρας, ἱκανοὺς οντας ἐν ταῖς ἐνεργείαις, καὶ ει τινες σπέρμα αὐτῶν τυγχάνουσιν ἐκ διδασκαλίας καὶ μιμήσεως τοῦ σφῶν βίου· ον δὲ ποιεῖ τούτοις ελεον οὐ πρόσκαιρος καὶ πρὸς ὀλίγον ἐστὶν ἀλλ' εως αἰῶνος. εἰ δὲ περὶ θεοῦ τοῦ ἀληθῶς ∆αυὶδ ὁ λόγος ( ̓Αναστήσω γὰρ ὑμῖν ποιμένα ενα τὸν δοῦλόν μου ∆αυίδ), αἰώνιον ελεος αὐτῷ ποιεῖ καὶ τῷ σπέρματι αὐτοῦ τῷ τὸ χρῖσμα καὶ τὴν ἱερωσύνην αὐτοῦ ἀκατάλυτον ειναι· τῆς γὰρ παλαιᾶς ἱερωσύνης μετατιθεμένης ἀπαράβατος ἡ Χριστοῦ ἱερωσύνη.

153 Ps 18,2 Οἱ οὐρανοὶ ουν τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν· δόξα δὲ θεοῦ

ητοι ὁ μονογενὴς κατὰ τὸ Τῆς δόξης ἀπαύγασμα, η ἡ διάταξις καὶ ἡ ὑπεροχὴ τῆς βασιλείας αὐτοῦ κατὰ τὸ Καὶ ὀφθήσεται ἡ δόξα κυρίου. ταύτην ουν διηγοῦνται ὑμνοῦσαι καὶ θεολογοῦσαι αἱ οἰκεῖαι τοῖς οὐρανοῖς δυνάμεις, ὁμωνύμως οις οἰκοῦσιν οὐρανοῖς ὀνομαζόμεναι κατὰ τὸν τῆς μετωνυμίας τρόπον. τὴν δὲ ποίησιν τῶν δραστηρίων θεοῦ δυνάμεων, χειρῶν αὐτοῦ ὀνομαζομένων, ἀναγγέλλει τὸ στερέωμα, οὐ τοσοῦτον λόγοις ἀλλ' εργοις αὐτοῖς. 154 Ps 18,3-5b Οἱ τὸν θεωρητικὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν εχοντες· οὐρανοί εἰσιν διηγούμενοι τὴν προειρημένην θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ τῶν νοητῶν πραγμάτων. οἱ δὲ τὸν πρακτικὸν ἀποδεξάμενοι δι' ων ἐπιτελοῦσιν εργων στερέωμα τυγχάνουσιν, τουτέστιν ἑδραῖοι καὶ ἀμετακίνητοι· ἀπαγγέλλουσιν τὴν ποίησιν τῶν τοῦ θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ θεοῦ εργα καὶ δι' αὐτῶν βοῶντες εργα τε τυγχάνοντες θεοῦ. ̓Αλλὰ καὶ ἡ ἡμέρα, τουτέστιν ἡ φωτεινὴ νόησις, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος ουσα ἐρεύγεται ῥῆμα, οιον ἡ παλαιὰ γραφὴ διὰ τὸ φωτεινὴν ειναι ἡμέρα ἐστίν· ̓Εκάλεσεν γὰρ ὁ θεὸς τὸ φῶς ἡμέραν. αυτη πληρωθεῖσα τῶν τοῦ πνεύματος τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προφέρεται ῥῆμα τῇ καινῇ διαθήκῃ· ἀλληγορικῶς καὶ αυτη ἡμέρα ὀνομαζομένη. ̔Η δὲ νύξ, ἡ βαθυτάτη τῶν πραγμάτων διάληψις, γνῶσιν ἀπαγγέλλει ἑτέρᾳ τοιαύτῃ νυκτί. οτ' αν γὰρ τὸ πνεῦμα τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ εχων τις ἐρευνᾷ τι τῶν βαθυτέρων τοῦ θεοῦ μυστηρίων, γνοὺς αὐτὸ ἐκ τούτου ἐπὶ τὰ ὁμοίως ἀσαφῆ μετέρχεται, κἀκείνων ἐπιστήμην εξει. Λαλιαὶ δέ εἰσιν αἱ προκατασκευάζουσαι καὶ προοδοποιοῦσαι τοῖς λόγοις, λόγοι δὲ εστωσαν οἱ τιθέμενοι τὰ πνευματικὰ διηγήματα καὶ τελείως τὰς πίστεις αὐτῶν ἀποδεικτικῶς ἐπιφέροντες. οὐκ εἰσὶν ουν λαλιαὶ οὐδὲ λόγοι πρὸς ὑπακοὴν θεοῦ, Ων οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. διὰ τοῦτο γὰρ ειρηνται ὑπὸ τοῦ κυρίου, ινα ἀκουσθῶσιν οις ειρηνται· οθεν οὐδεὶς καταλείπεται λόγος ἀπολογίας τοῖς μὴ ποιοῦσιν μηδὲ φρονοῦσιν α ὑφηγοῦνται αἱ φωναὶ τῶν προειρημένων λαλιῶν καὶ λόγων. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ τὰ ἑξῆς. οσοι τυγχάνουσιν γῆ ἐπιτηδείως πρὸς σπόρον εχοντες, ουτοι χωροῦσι τὸν φθόγγον τῶν λαλιῶν καὶ λόγων, τουτέστιν τὴν λέξιν τὴν κατὰ τὸ αἰσθητὸν τῆς γραφῆς· οἱ δὲ ὑπερβεβηκότες τὴν τούτων κατάστασιν ὡς χρηματίσαι πέρατα τῆς οἰκουμένης δέξονται τῶν λαλιῶν καὶ τῶν λόγων τὰ ῥήματα, σαφῶς περὶ πάντων παιδευόμενοι. ἀμέλει καὶ ὁ τῶν ἀποστόλων πρόκριτος οὐ φθόγγου ̓Ιησοῦ ἀλλὰ ῥημάτων ἀκούων ̔Ρήματα, εφη, ζωῆς αἰωνίου εχεις· καὶ αὐτὸς δὲ ὁ σωτήρ· Τὰ ῥήματα α λελάληκα ὑμῖν πνεῦμά ἐστιν. οις γὰρ ταῦτ' ελεγεν ἀποστόλοις, οὐκέτι γῆ ἀλλὰ καὶ πέρατα οἰκουμένης ησαν. 155 Ps 18,5c-7 Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς νόμον σκήνωμα θεοῦ ἡ ἐκκλησία ειναι δύναται, τεθεῖσα ἐν τῷ ἡλίῳ τουτέστιν οσον καὶ οπου ηλιος φαίνει· συντρέχει γὰρ ταῖς ἡλιακαῖς αὐγαῖς ὁ εἰς πᾶσαν τὴν γῆν