41
μονογενὴς τοῦ Θεοῦ Παῖς, οὐκ ἀπηξίωσε καὶ τελώνας, καὶ μάγους, καὶ δούλους, καὶ τοὺς πάντων ἀτιμοτέρους, πολλοὺς δὲ καὶ τὰ σώματα ἀναπήρους, καὶ μυρίαν ἔχοντας λώβην, εἰς τὸν τῶν τέκνων καταλέξαι χορόν. Τοσαύτη τῆς εἰς αὐτὸν πίστεως ἡ ἰσχύς· τοσαύτη τῆς χάριτος ἡ ὑπερβολή. Καὶ καθάπερ ἡ τοῦ πυρὸς φύσις τῇ τῶν μετάλλων ὁμιλήσασα γῇ, χρυσὸν αὐτὸν ἀπὸ γῆς εὐθέως ἐποίησεν· οὕτω δὴ, καὶ πολλῷ μᾶλλον ἀντὶ πηλίνων χρυ 59.76 σοῦς τὸ βάπτισμα ἐργάζεται τοὺς λελουμένους, τοῦ Πνεύματος πυρὸς δίκην κατ' ἐκεῖνον τὸν καιρὸν εἰς τὰς ἡμετέρας ἐμπεσόντος ψυχάς· καὶ τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ κατακαίοντος, τὴν δὲ εἰκόνα τοῦ ἐπουρανίου νεοπαγῆ καὶ λαμπρὰν, καὶ ὡς ἀπὸ χωνευτηρίου στίλβουσαν ἀναφέροντος. Καὶ τί δήποτε οὐκ εἶπεν, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ', Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; ∆εικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς, ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα, ἀκηλίδωτον δι' ὅλου διατηρῆσαι καὶ ἀνέπαφον· ἅμα δὲ καὶ ἐμφαίνων, ὅτι τὴν ἐξουσίαν ταύτην οὐδεὶς ἡμᾶς ἀφελέσθαι δυνήσεται, ἂν μὴ προλαβόντες ἑαυτοὺς ἀφελώμεθα. Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων κῦρος τινῶν πραγμάτων λαβόντες, τοσαύτην ἔχουσι τὴν ἰσχὺν, ὅσην σχεδὸν οἱ δεδωκότες αὐτοί· πολλῷ μᾶλλον οἱ παρὰ τοῦ Θεοῦ ταύτης τυχόντες τῆς τιμῆς, ἂν μηδὲν τῆς ἐξουσίας ταύτης ἀνάξιον πράξωμεν, πάντων ἐσόμεθα δυνατώτεροι, διὰ τὸ καὶ πάντων εἶναι μείζω τε καὶ ἀγαθώτερον τὸν ταύτην ἡμῖν ἐγχειρίσαντα τὴν τιμήν. Ἅμα δὲ καὶ ἐνδείξασθαι βούλεται, ὅτι οὐχ ἁπλῶς οὐδὲ ἡ χάρις ἔπεισιν, ἀλλὰ τοῖς βουλομένοις καὶ ἐσπουδακόσι· καὶ γὰρ καὶ ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ τούτων, τὸ γενέσθαι τέκνα. Ἂν γὰρ μὴ ἕλωνται αὐτοὶ πρότερον, οὐκ ἔπεισιν ἡ δωρεὰ, οὐδὲ ἐργάζεταί τι. γʹ. Πανταχοῦ τοίνυν τὸ μὲν κατηναγκασμένον ἐκβαλὼν, τὸ δὲ αὐθαίρετον καὶ αὐτεξούσιον δεικνύς· τοῦτο καὶ νῦν εἴρηκε. Καὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς ἀποῤῥήτοις τὸ μέν ἐστι τοῦ Θεοῦ, τὸ δοῦναι τὴν χάριν· τὸ δὲ τοῦ ἀνθρώπου, τὸ παρασχεῖν τὴν πίστιν. Καὶ ἐν τῷ μετὰ ταῦτα δὲ χρόνῳ, πολλῆς δεῖ λοιπὸν τῆς σπουδῆς. Οὐ γὰρ ἀρκεῖ πρὸς τὴν τῆς καθαρότητος ἡμῖν φυλακὴν, τὸ βαπτισθῆναι καὶ πιστεῦσαι μόνον· ἀλλὰ δεῖ, εἰ μέλλοιμεν ταύτης διαπαντὸς ἀπολαύσεσθαι τῆς φαιδρότητος, ἄξιον αὐτῆς παρέχεσθαι βίον. Τοῦτο δὲ ἐφ' ἡμῖν ἐποίησεν ὁ Θεός. Τὸ μὲν γὰρ γεννηθῆναι τὴν μυστικὴν γέννησιν, καὶ πάντων ἐκκαθαρθῆναι τῶν πρότερον ἡμαρτημένων ἡμῖν, ἀπὸ τοῦ βαπτίσματος γίνεται· τὸ δὲ μεῖναι εἰς τὸ ἑξῆς καθαροὺς, καὶ μηδεμίαν μετὰ ταῦτα δέξασθαι κηλῖδα πάλιν, τῆς ἡμετέρας ἐστὶν ἐξουσίας τε καὶ σπουδῆς. ∆ιά τοι τοῦτο καὶ τοῦ τρόπου τῆς γεννήσεως ἡμᾶς ἀνέμνησε, καὶ ἀπὸ συγκρίσεως τῶν σαρκικῶν ὠδίνων τὴν ὑπεροχὴν ἔδειξεν εἰπών· Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Τοῦτο δὲ ἐποίησεν, ἵνα τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προτέρου τόκου καταμαθόντες, τοῦ δι' αἱμάτων καὶ θελήματος σαρκὸς, καὶ τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος ἐπιγνόντες, μεγάλην τινὰ κἀντεῦθεν περὶ αὐτοῦ λάβωμεν ἔννοιαν, καὶ τῆς τοῦ γεγεννηκότος ἀξίαν δωρεᾶς, καὶ πολλὴν μετὰ ταῦτα ἐπιδειξώμεθα σπουδήν. ∆έος γὰρ οὐ μικρὸν, μήποτε τὴν καλὴν ταύτην μολύναντες στολὴν, τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ καὶ τοῖς πλημμελήμασιν ἐκβληθῶμεν τῆς παστάδος καὶ τοῦ νυμφῶνος, κατὰ τὰς πέντε παρθένους ἐκείνας τὰς μωρὰς, ἢ κατὰ τὸν οὐκ ἔχοντα ἔνδυμα γάμου. Καὶ γὰρ κἀκεῖνος τῶν δαιτυμόνων ἦν· ἐκλήθη γὰρ καὶ αὐτός· ἀλλ' ἐπειδὴ μετὰ τὴν κλῆσιν καὶ τὴν τοσαύτην τιμὴν ἐξύβρισεν εἰς τὸν κεκληκότα, ἄκουσον οἵαν δίδωσι δίκην, πῶς ἐλεεινὴν, καὶ πολλῶν ἀξίαν δακρύων. Παραγενόμενος γὰρ ἐπὶ τὸ τῆς λαμπρᾶς ἐκείνης τραπέζης μετασχεῖν, οὐ μόνον εἴργεται τῆς εὐωχίας, ἀλλὰ καὶ τὰς χεῖρας δεθεὶς καὶ τοὺς πόδας ὁμοίως, εἰς τὸ σκότος ἄγεται τὸ ἐξώτερον, τὸν αἰώνιον καὶ ἄπειρον ὀλοφυρμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων ὑποστησόμενος. Μὴ τοίνυν, ἀγα 59.77 πητοὶ, μηδὲ ἡμεῖς νομίζωμεν ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν τὴν πίστιν. Ἂν γὰρ