41
λυμαίνεσθαι τοῖς παραπίπτουσιν ἐξαγομένη ἐς τοσόνδε ἀεὶ ἐξικνεῖσθαι δοκεῖ ἐς ὅσον δύναται ἡ τῶν βλαπτομένων σταθμᾶσθαι δόξα. 21.26Ῥωμαίοις μὲν οὖν τά γε ἀμφὶ τοῖς ἄρχουσι ταύτῃ πη εἶχε. Πολλάκις δὲ καὶ Οὔννων πολεμίων στρατῷ ἀνδραποδίσασί τε καὶ ληϊσαμένοις τὴνῬωμαίων ἀρχὴν οἱ Θρᾳκῶν τε καὶἸλλυριῶν στρατηγοὶ βεβουλευμένοι ἀναχωροῦσιν ἐπιθήσεσθαι ἀπεπήδησαν, ἐπεὶ βασιλέωςἸουστινιανοῦ γράμματα εἶδον, ἀπεροῦντα σφίσι τὴν ἐς τοὺς βαρβάρους ἐπίθεσιν, ἀναγκαίων αὐτῶν ἐς ξυμμαχίανῬωμαίοις ὄντων ἐπὶ Γότθους ἴσως ἢ ἐπὶ 21.27 ἄλλους πολεμίων τινάς. καὶ ἀπ' αὐτοῦ οἱ βάρβαροι οὗτοι ἐληΐζοντο μὲν ὡς πολέμιοι καὶ ἠνδραποδίζοντο τοὺς τῇδεῬωμαίους, ξὺν δὲ τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἅτε φίλοι καὶ ξύμμαχοιῬωμαίοις ὄντες 21.28 ἐπ' οἴκου ἀπεκομίζοντο. πολλάκις δὲ καὶ γεωργῶν τῶν ἐνταῦθά τινες, παίδων τε σφετέρων καὶ γυναικῶν πόθῳ ἐξηνδραποδισμένων ἠγμένοι, ἀθρόοι τε γεγενημένοι ἀναχωροῦσι πολλοὺς ἐτύγχανον κτείναντες, καὶ αὐτῶν τοὺς ἵππους ἴσχυσαν ξὺν πάσῃ ἀφελέσθαι τῇ λείᾳ, πραγμάτων μέντοι ἐς πεῖραν ἦλθον ἐνθένδε 21.29 δυσκόλων. ἐκ Βυζαντίου γάρ τινες ἐσταλμένοι αἰκίζεσθαί τε αὐτῶν καὶ λωβᾶσθαι τὰ σώματα καὶ χρήμασι ζημιοῦν οὐδεμιᾷ ὀκνήσει ἠξίουν, ἕως τοὺς ἵππους ἅπαντας δοῖεν οὕσπερ τοὺς βαρβάρους ἀφείλοντο. 22.1Ἡνίκα δὲ βασιλεύς τε καὶ Θεοδώρα τὸν ΚαππαδόκηνἸωάννην ἀνεῖλον, ἀντικαθιστάναι μὲν ἐς τιμὴν τὴν αὐτοῦ ἤθελον, ἄνδρα δέ τινα πονηρότερον εὑρεῖν ἐπὶ κοινῆς ἐν σπουδῇ ἐποιοῦντο, περισκοπούμενοί τε τὸ τοιοῦτο τῆς τυραννίδος ὄργανον καὶ πάσας διερευνῶντες τὰς τῶν ἀνθρώπων γνώμας, ὅπως ἔτι θᾶσσον 22.2 τοὺς ὑπηκόους ἀπολεῖν δύνωνται. ἐν μὲν οὖν τῷ παραυτίκα Θεόδοτον ἀντ' αὐτοῦ ἐπὶ τῆς ἀρχῆς κατεστήσαντο, ἄνδρα οὐ καλοήθη μὲν, οὐ σφόδρα δὲ 22.3 ἀρέσκειν αὐτοῖς ἱκανὸν γεγονότα. ὕστερον δὲ ἅπαν διερευνώμενοι περιήρχοντο. εὗρον δὲ παρὰ δόξαν ἀργυραμοιβόν τινα Πέτρον ὀνόματι, Σύρον γένος, ὅνπερ ἐπίκλησιν Βαρσύμην ἐκάλουν· ὃς πάλαι μὲν ἐπὶ τῆς τοῦ χαλκοῦ τραπέζης καθήμενος κέρδη αἰσχρότατα ἐκ ταύτης δὴ ἐπορίζετο τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβολοὺς κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τῷ τῶν δακτύλων τάχει ἐκκρούων. 22.4 δεξιὸς γὰρ ἦν κλέψαι μὲν τὰ τῶν αὐτῷ περιπεπτωκότων ἀνέδην, ἁλοὺς δὲ ὀμόσαι καὶ τῶν χειρῶν τὸ ἁμάρ22.5 τημα τῷ τῆς γλώττης περικαλύψαι θράσει. ἐν δὲ τοῖς τῶν ὑπάρχων στρατιώταις καταλεχθεὶς ἐς τοσοῦτον ἀτοπίας ἐλήλακεν ὥστε Θεοδώρᾳ ἀρέσκειν τε ἐν τοῖς μάλιστα καὶ ἐς τῶν ἀδίκων αὐτῇ βουλημάτων ῥᾷστα 22.6 ὑπουργεῖν τὰ ἀμήχανα. διὸ δὴ Θεόδοτον μὲν, ὅνπερ μετὰ τὸν Καππαδόκην καταστησάμενοι ἔτυχον, τῆς τιμῆς αὐτίκα παρέλυσαν, Πέτρον δὲ ταύτῃ ἐπέστησαν, 22.7 ὅσπερ αὐτοῖν διεπράξατο κατὰ νοῦν ἅπαντα. τούς τε γὰρ στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας οὔτε αἰσχυνθεὶς οὔτε δείσας πώποτε ὤφθη, ἀλλὰ καὶ ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον ἢ πρότερον προὔθηκεν, ἀτιμοτέρας τε αὐτὰς καταστησάμενος ἀπεδίδοτο τοῖς ταύτην δὴ οὐκ ἀποκνοῦσι τὴν ἀνοσίαν ἐμπορίαν ἐργάζεσθαι, ἐφιεὶς διαρρήδην τοῖς τὰς ἀρχὰς ὠνησαμένοις ταῖς τῶν ἀρχομένων ψυχαῖς τε καὶ οὐσίαις ᾗ 22.8 βούλοιντο χρήσασθαι. αὐτῷ τε γὰρ εὐθὺς καὶ τῷ τῆς ἀρχῆς καταβεβληκότι τὸ τίμημα ἡ τοῦ συλᾶν τε καὶ ἄλλως ἁρπάζειν ἐξουσία ξυνέκειτο. καὶ προῄει μὲν ἐκ τοῦ κεφαλαίου τῆς πολιτείας ἡ τῶν βίων ὠνὴ, 22.9 ἐπράττετό τε τὸ συμβόλαιον τῆς τῶν πόλεων διαφθορᾶς ἔν τε τῶν δικαστηρίων τοῖς προὔχουσι καὶ τῷ δημοσίῳ τῆς ἀγορᾶς περιήρχετο λῃστὴς ἔννομος, ὄνομα τῇ πράξει τιθεὶς τὴν συλλογὴν τῶν ἐπὶ τοῖς τιμήμασι τῆς ἀρχῆς καταβεβλημένων χρημάτων, οὐκ ἐχούσης 22.10 τινὰ ἐλπίδα τῆς τῶν ἁμαρτανομένων ἐπιστροφῆς. καὶ πάντων δὲ τῶν τῇ ἀρχῇ ὑπηρετούντων, πολλῶν τε καὶ δοκίμων ὄντων, τοὺς πονηροτάτους ἀεὶ ἐς αὑτὸν 22.11 εἷλκε. τοῦτο δὲ οὐκ αὐτὸς ἐξήμαρτε μόνος, ἀλλὰ καὶ ὅσοι ταύτην πρότερόν τε καὶ ὕστερον τὴν τιμὴν ἔσχον. 22.12Ἡμαρτάνετο δὲ τοιοῦτο κἀν τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ κἀν τοῖς