42
ἐξεληλυθὼς φθόγγος καὶ τὰ ῥήματα αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης φθάσαντα. δύναται δὲ καὶ εκαστος τῶν χωρούντων θεοῦ δόξαν, σκήνωμα αὐτοῦ ὀνομαζόμενος, ἐν τῷ ἡλίῳ τῆς δικαιοσύνης τουτέστιν Χριστῷ τεθεῖσθαι· τῶν γὰρ τοιούτων σκηνωμάτων κρηπὶς καὶ θεμέλιος τὸ φῶς τὸ ἀληθινόν. τάχα δὲ καὶ ἐπεὶ Φῶς τοῦ κόσμου καὶ Φῶς ἀληθινὸν καὶ Ηλιος δικαιοσύνης ὁ σωτὴρ λέγεται, οὐχ οιόν τε τούτου τοῦ φωτὸς νόησιν εἰληφέναι ἀγνοοῦντα τὸ αἰσθητὸν φῶς ὁ προσβαλὼν τῷ ὑπερέχοντι τῶν αἰσθητῶν. εστιν δὲ ὁ ηλιος ἐκ τῆς τούτου νοήσεως φαντασίαν λαμβάνων τοῦ νοεροῦ φωτός, ωσπερ οἰκοῦν τὸ φῶς τὸ ἀληθινὸν ἐν τῷ αἰσθητῷ ἡλίῳ εὑρήσει. οὐ γὰρ προσεκτέον τισὶν ἑτεροδόξοις λέγουσιν οτι μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν ὁ σωτὴρ ἐν τῇ ἡλιακῇ σφαίρᾳ ἀπέθετο ο ἐφόρεσεν σῶμα φυλάττεσθαι μέχρι τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας. ̓Εν τῷ ἡλίῳ εθετο τὸ σκήνωμα αὐτοῦ, καὶ τὰ ἑξῆς. πρὸς τῇ λέξει νοήσεις κατὰ ἀναγωγήν, οτι ὁ ηλιος τῆς δικαιοσύνης ἐκ παστοῦ τῶν κόλπων τῶν πατρικῶν ἐκπορευόμενος κατὰ τὸ ̓Εγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ηκω, ἐκπορεύεται οια νυμφίος σύζυγον εχων τὴν λογικὴν φύσιν, τουτέστι τὴν ενδοξον ἐκκλησίαν· ῃ φησιν ὁ ̓Ιωάννης· ̔Ο εχων τὴν νύμφην νυμφίος ἐστίν. ἑαυτὸν γὰρ κενώσας μορφὴν δούλου ελαβεν· γεγηθὼς καὶ ἀγαλλόμενος ἀνύει τὸν δρόμον τῆς οἰκονομίας ης ἑκουσίως ἀνεδέξατο, ἰσχυροτάτου γίγαντος τὴν ὁρμὴν ἀναλαμβάνων. ουτος δὲ ἀπ' ακρου τοῦ οὐρανοῦ τὴν ἀρχὴν τῆς ἐξόδου εχων κατήντησεν εἰς ακρον τοῦ οὐρανοῦ, ἀναβαίνων ἐκεῖ οθεν καὶ τὴν ἀρχὴν ωρμησεν. φησὶν γοῦν· ̓Εὰν ιδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα οπου ην τὸ πρότερον, καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. ̓Αλλὰ καὶ τὴν θέρμην αὐτοῦ οὐδεὶς οιός τέ ἐστιν ἀποκρυβῆναι· τοῦ γὰρ πυρὸς ου ἐλήλυθεν βαλεῖν ἐπὶ τῆς γῆς πάντες μεταλαμβάνουσιν, ως τινας τῷ πνεύματι ζέοντας γενέσθαι. 156 Ps 18,8b-10 ̔Η τοῦ κυρίου μαρτυρία, ην μαρτυρεῖ τοῖς καλοῖς εργοις καὶ τῇ γνώσει τῆς ἀληθείας, πιστή ἐστιν· οὐκ ἀπὸ τοῦ πιστεύειν ἀλλ' ἀπὸ τοῦ ἀξία ειναι τοῦ πιστεύεσθαι κέκληται, ωσπερ καὶ τὸ Πιστὸς ὁ λόγος ἀπὸ τοῦ ἀξιοπίστου ειρηται καὶ περὶ αὐτοῦ δὲ τοῦ θεοῦ ειρηται ̔Ο θεὸς πιστὸς καὶ οὐκ εστιν ἀδικία ἐν αὐτῷ καὶ Πιστὸς ὁ θεὸς δι' ου ἐκλήθητε. διὰ γὰρ τὸ ἀξιόχρεως καὶ τοῦ πιστεύεσθαι αξιος ειναι ουτως ὠνομάσθη, ἀλλὰ καὶ διὰ τὸ βέβαιον καὶ ἀμετάβλητον. ̔Η ουτως γοῦν πιστὴ τοῦ κυρίου μαρτυρία σοφοὺς ποιεῖ τοὺς στραφέντας καὶ γενομένους ὡς τὰ παιδία κατὰ τὸ βούλημα ̓Ιησοῦ. σοφίζει δὲ καὶ τὰ ἀρτιγέννητα βρέφη, τὰ διὰ τοῦ εὐαγγελίου γεννηθέντα. τάχα δὲ κἀκείνους τοὺς νηπίους σοφίζει, τοὺς μὴ ἐντραφέντας ἀσκήσεσιν καὶ σὺν γυμνασίαις λόγων ἀνθρωπίνων ἀλλὰ τοὺς ἀγραμμάτους καὶ ἰδιώτας. Τὰ δὲ δικαιώματα κυρίου πάσης σκολιότητος ἐκτὸς οντα εὐθεῖά ἐστιν, εὐθεῖς ποιοῦντα τοὺς παραδεχομένους αὐτά, ωστε καὶ πᾶσαν λύπην ἀποβαλόντας ἐν εὐφροσύνῃ θείᾳ γενέσθαι τὴν ψυχήν. ̔Αγνὸς δὲ ειρηται ὁ τοῦ θεοῦ φόβος, οὐκ ων παθητικὸς οιος ὁ ἐκβαλλόμενος ἀπὸ τῆς τελείας ἀγάπης ἀλλ' εὐλαβείᾳ καὶ θείῳ σεβασμῷ ὁ αὐτὸς ων. ουτος δὲ τοὺς προσηκαμένους ἁγνοὺς ἀπεργάζεται, ἀλλὰ καὶ παρεκτείνει μέχρι τοῦ μέλλοντος αἰῶνος, οὐκ ων πρόσκαιρος καὶ ὀλιγοχρόνιος. Τὰ κρίματα τοῦ κυρίου ἀληθινά. ὁ πάντα ὁ κατὰ τὴν ἰδίαν ἀλήθειαν ἐπιτελῶν καὶ κρίνων ἀληθινῶς κρίνει· ῃ φησιν ὁ ἀπόστολος· Οιδαμεν γὰρ οτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. α ουν κατὰ ἀλήθειαν κρίνει ὁ θεός, κρίματά ἐστιν ἀληθινά- ειρηται δὲ ἀληθινὰ πρὸς ἀντιδιαστολὴν ψευδῶν καὶ ἀδίκων κριμάτων. ταῦτα δὴ τὰ ἀληθινὰ κρίματα δεδικαιωμένα ἐστὶν ἐπὶ τὸ αὐτό, οτ' αν αμα καὶ ἐπὶ τὸ αὐτὸ γένηται. τάχα γὰρ εἰ εκαστον καθ' ἑαυτὸ θελήσοι τις ἰδεῖν, τὴν ἀληθότητα καὶ δικαιοσύνην αὐτοῦ τρανῶς οὐκ οψεται· ηρτηνται γὰρ ἀλλήλων ὡς εκαστον τοῦ ἐχομένου μαρτυρεῖσθαι οιόν ἐστιν. 157 Ps 18,11.12 Ταῦτα τὰ προτεθεωρημένα τῷ