42
μὴ βίον ἐπιδειξώμεθα καθαρὸν, ἀλλ' ἀνάξια τῆς μακαρίας κλήσεως ταύτης ἱμάτια ἀμφιασάμενοι παραγενώμεθα, οὐδὲν κωλύει καὶ ἡμᾶς παθεῖν τὰ αὐτὰ, ἅπερ ἐκεῖνος ὁ δείλαιος. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν, Θεὸν ὄντα καὶ βασιλέα, ἀνθρώπους εὐτελεῖς, καὶ ἀγύρτας, καὶ μηδενὸς ἀξίους ὄντας μὴ ἐπαισχύνεσθαι, ἀλλὰ τοὺς ἀπὸ τῆς τριόδου πρὸς τὴν τράπεζαν ἄγειν ἐκείνην· ἡμᾶς δὲ τοσαύτην ἀναισθησίαν ἐπιδείκνυσθαι, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ γενέσθαι βελτίους, ἀλλὰ καὶ μετὰ τὴν κλῆσιν ἐπὶ τῆς αὐτῆς μένειν κακίας, εἰς τὴν ἄφατον τοῦ κεκληκότος ἐμπαροινοῦντας φιλανθρωπίαν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡμᾶς ἐπὶ τὴν πνευματικὴν ταύτην καὶ φρικτὴν τῶν μυστηρίων ἐκάλεσε κοινωνίαν, ἵνα μετὰ τῆς προτέρας εἰσερχώμεθα κακίας, ἀλλ' ἵνα ἀποδυσάμενοι τὴν αἰσχρότητα, μεταμφιασώμεθα ἃ τοὺς ἐν τοῖς βασιλείοις ἑστιωμένους ἠμφιάσθαι χρή. Εἰ δὲ μὴ βουλοίμεθα ἄξια τῆς κλήσεως πρᾶξαι ἐκείνης, οὐκ ἔστι τοῦτο παρὰ τὸν τετιμηκότα, ἀλλὰ παρ' ἡμᾶς. Οὐδὲ γὰρ ἐκεῖνος ἡμᾶς ἐκβάλλει τοῦ θαυμαστοῦ τῶν δαιτυμόνων χοροῦ, ἀλλ' ἡμεῖς ἑαυτούς. Ὁ μὲν γὰρ τὸ ἑαυτοῦ πᾶν ἤνυσε. 59.78 Καὶ γὰρ τοὺς γάμους ἐποίησε, καὶ τὴν τράπεζαν παρεσκεύασε, καὶ τοὺς καλέσαντας ἔπεμψε, καὶ παραγενομένους ἐδέξατο, καὶ τὴν ἄλλην ἅπασαν τετίμηκε τιμήν· ἡμεῖς δὲ καὶ εἰς αὐτὸν, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τὸν γάμον ὑβρίσαντες διὰ τῶν ῥυπαρῶν ἱματίων, τουτέστι, τῶν ἀκαθάρτων πράξεων, εἰκότως ἐκβαλλόμεθα λοιπόν. Ταύτῃ γὰρ καὶ τὸν γάμον τιμῶν, καὶ τοὺς κεκλημένους, ἀπελαύνει τοὺς ἰταμοὺς καὶ τοὺς ἀναισχύντους ἐκείνους. Εἰ γὰρ εἴασε τοὺς ἐκεῖνο ἠμφιεσμένους τὸ ἱμάτιον, αὐτὸς ἂν ἔδοξε καὶ τοὺς ἄλλους ὑβρίζειν. Ἀλλὰ μηδένα γένοιτο τοιούτου πειραθῆναι τοῦ κεκληκότος, μήτε ἡμῶν, μήτε ἑτέρων τινῶν. ∆ιὰ γὰρ τοῦτο, πρὶν ἢ γενέσθαι ταῦτα πάντα, ἀναγέγραπται· ἵνα ἐν τῇ τῶν γραμμάτων ἀπειλῇ σωφρονισθέντες, μὴ συγχωρήσωμεν εἰς ἔργον ἐλθεῖν τὴν ἀτιμίαν καὶ τὴν κόλασιν ταύτην, ἀλλ' ἐπὶ τῶν ῥημάτων αὐτὴν στήσωμεν μόνον, καὶ μετὰ λαμπρᾶς ἕκαστος στολῆς εἰς τὴν κλῆσιν ἐκείνην παραγενώμεθα· ἧς ἀπολαῦσαι γένοιτο πάντας ἡμᾶς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.77 ΟΜΙΛΙΑ ΙΑʹ. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.
αʹ. Μίαν ὑμᾶς ἅπαντας αἰτῆσαι βούλομαι χάριν, πρὶν ἢ τῶν εὐαγγελικῶν
ἅψασθαι ῥημάτων· ἀλλὰ μὴ ἀνανεύσητε πρὸς τὴν αἴτησιν. Οὔτε γὰρ βαρύ τι καὶ ἐπαχθὲς αἰτῶ, οὔτ' ἐμοὶ τῷ λαμβάνοντι μόνον χρήσιμον ἔσται τὸ διδόμενον, ἀλλὰ καὶ ὑμῖν τοῖς παρέχουσι· καὶ τάχα πολλῷ πλέον ὑμῖν. Τί ποτ' οὖν ἐστιν ὅπερ αἰτοῦμαι ὑμᾶς; Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι τῶν Εὐαγγελίων περικοπὴν, ταύτην πρὸ τούτων τῶν ἡμερῶν μετὰ χεῖρας λαμβάνων ἕκαστος οἴκοι καθήμενος ἀναγινωσκέτω συνεχῶς, καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς· καὶ τί μὲν σαφὲς, τί δὲ ἄδηλον, σημειούσθω· τί δὲ αὐτῶν ἐναντίον εἶναι δοκοῦν, οὐκ ὂν δέ· καὶ πάντα ἁπλῶς διακωδωνίσαντες, οὕτως ἀπαντᾶτε πρὸς τὴν ἀκρόασιν. Οὐ γὰρ μικρὸν ἀπὸ τῆς τοιαύτης σπουδῆς καὶ ὑμῖν καὶ ἡμῖν ἔσται τὸ κέρδος. Ἡμεῖς μὲν γὰρ οὐ πολλοῦ δεησόμεθα πόνου πρὸς τὸ σαφῆ ποιῆσαι τῶν λεγομένων τὴν δύναμιν, τῆς διανοίας ὑμῖν ἤδη προοικειωθείσης τῇ τῶν ῥημάτων γνώσει· ὑμεῖς δὲ ὀξύτεροι καὶ διορατικώτεροι τούτῳ τῷ τρόπῳ γενήσεσθε, οὐ πρὸς τὴν ἀκρόασιν μόνον, οὐδὲ πρὸς τὴν μάθησιν, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι ἑτέρους. Ἐπεὶ ὥς γε νῦν οἱ πολλοὶ τῶν ἐνταῦθα παραγινομένων ἀκούουσιν, ὁμοῦ πάντα ἀναγκαζόμενοι μαθεῖν τά τε ῥήματα, τά τε παρ' ἡμῶν εἰς αὐτὰ λεγόμενα, οὐδ' ἂν εἰ ἐνιαυτὸν ὅλον τοῦτο