1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

42

σου ὑπεράνω τῶν οὐρανῶν. Τὸ οὖν, Ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ τὴν σὴν μαθέτω δόξαν. Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου· σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκου σόν μου. Αἰτεῖ γὰρ ταχέως ἐπιστῆναι τὴν χάριν, καὶ τὸν ὑψούμενον ἐν οὐρανοῖς φανερῶσαι τὴν δόξαν ἐπὶ πᾶσαν τὴν γῆν, ὅπως ἂν ῥυσθῶσιν οἱ δυνάμενοι λέγειν· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κό σμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀγαπητοὶ δὲ τοῦ Θεοῦ εἰσιν οἱ σωθέντες διὰ τῆς ἀγάπης αὐτοῦ τῆς πρὸς τὸ γένος τὸ ἡμέτερον ἄνθρωποι, οὕσπερ καὶ ὑψωθεὶς εἰς οὐρανὸν ἀπὸ τῆς ἀρχαίας αἰχμαλωσίας ἐῤῥύσατο, καθά φησιν ὁ Παῦλος· Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις. ∆εξιὰν δὲ τοῦ Θεοῦ λέγει τὴν ἀγαθὴν ἐνέργειαν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ καὶ Θεοῦ δάκτυλος ὀνομάζεται, ὡς τῆς Τριάδος μίαν ἐχούσης οὐσίαν, δύναμίν τε καὶ ἐνέργειαν. Σωθῆναι τοίνυν ἡμᾶς ὁ προφήτης καὶ ἐπακουσθῆναι παρακαλεῖ τῷ Πνεύματι, ἵνα πνευματικοὶ γενώμεθα καὶ τῆς θείας χάριτος μέτοχοι. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Οὗπερ ᾔτησεν ὁ προφήτης ἀπέλαυσε, καὶ ἐπειδὴ εἶπεν, Ὑψώθηθι, ἀποκρίνεται λέγων ὁ ∆εσπότης, Ὑψωθήσομαι δείκνυσι καὶ τὸν τρόπον· ∆ιαμεριῶ Σίκιμα. Πόλις δὲ αὕτη κατ' ἐξαίρετον τῷ Ἰωσὴφ δεδομένη. Ἀλλὰ καὶ τὴν κοιλάδα τὴν ἔρημον γενομένην, καὶ ποιμένων δεξαμένην σκηνὰς ἄνωθεν, οἰκητόρων πληρώσω, καὶ διανεμηθῆναι τοῖς ἐπανελθοῦσι παρασκευάσω. Τούτοις τοῖς ὀνόμασι τὴν δωρεὰν χαρακτηρίζει τοῦ Πνεύματος· κοιλάδα μὲν τῶν σκηνῶν, 55.674 τῶν Ἐκκλησιῶν δηλονότι τυγχάνουσαν, ἐπειδὴ τὴν τῶν νοητῶν ὑδάτων συναγωγὴν (φημὶ δὲ τοῦ βαπτίσματος) ἐν τῇ κοιλάδι ταύτῃ τῇ χορηγίᾳ τοῦ Πνεύματος κέκτηνται, περὶ ἧς ἀλλαχοῦ φησιν ὁ ∆αυΐδ· Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· ἐπειδὴ τῆς ἡμετέρας σωτηρίας ὁ καρπὸς ἐν ταῖς κολυμβήθραις πληθύνεται τοῦ βαπτίσματος. Σίκιμα δὲ, ὠμίασις ἑρμηνεύεται, τουτέστιν, ἐξοχή· τοῦτο γὰρ ὁ ὦμος παρὰ τῇ θείᾳ Γραφῇ δηλοῖ. Ὅθεν περὶ τοῦ Σαούλ· Ὑψηλὸς ὑπὲρ ὠμίας καὶ ἐπάνω. Τί δὲ τοῦ Πνεύματος ὑψηλότερον; ἢ ποία ὑπεροχὴ κατὰ τὴν δωρεὰν τὴν ἐκεῖθεν εὑρίσκεται, ἣν ὑψούμενος ὁ Χριστὸς διαμερίζει, ἀλλὰ μὴν καὶ διαμετρεῖ, τουτέστι, πρὸς μέτρον διαιρεῖ; Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον δίδοται. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου. Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύναμιν. Τὸν μέντοι Ἰούδαν πασῶν τῶν φυλῶν βασιλεύειν παρασκευάσω. Μετὰ γὰρ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί· ὁ δὲ Ζοροβάβελ καὶ τούτων κἀκείνων ἡγεῖτο· κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, πάσης βασιλεύει τῆς κτίσεως. Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρέξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ πεντηκοστῷ καὶ ἐννάτῳ ψαλμῷ εἴρηται. Λευκότερον καὶ σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, παρ' οἷς εἴρηται· Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δοχεῖον τοῦ λουτροῦ μου. Οἶδα δ' ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ, παραληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ' ἧς γίνεται ∆αυῒδ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς γεγέννηται. ∆οκεῖ δέ μοι ὁ Θεὸς διὰ