1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

43

ἐπιμεληθέντι τῆς ἑαυτοῦ διανοίας ἐπιθυμητὰ ὑπὲρ τὰ παρὰ ἀνθρώποις τίμιά ἐστιν. ὁ γὰρ ἀποστήσας τὴν ἐπιθυμητικὴν ἑαυτοῦ δύναμιν ἀπὸ χρυσοῦ καὶ λίθων τιμίων πόθῳ τῷ πρὸς τὸ οντως ἀγαθὸν πᾶσαν αὐτὴν ἀναλώσει εἰς τὰ ἀληθῶς ὀρεκτά, καὶ γλυκύτερα αὐτὰ αἰσθήσεται τῶν ὡς ἐν αἰσθητοῖς γλυκυτάτων κηρίου καὶ μέλιτος. οὐ γεύσει δὲ σωματικῇ ἀλλ' αἰσθήσει θείᾳ ἀντιλήψεται τῆς γλυκύτητος τῶν προειρημένων. Ταῦτα δὴ φυλάξει ὁ τοῦ κυρίου δοῦλος. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· οὐ περὶ ἑαυτοῦ μόνου τοῦτο λέγων ἀλλὰ καὶ περὶ παντὸς δούλου κυρίου. Εἰ μὲν ἐπὶ τῇ φυλακῇ τούτων πρόσκαιρόν τι καὶ αἰσθητὸν ἀπηντᾷ, οὐκ ην ἀνταπόδοσις πολλή· ἐπειδὴ δὲ ὑπερκόσμιος καὶ ὑπερουράνιος ἡ ἐπὶ τῇ τούτων φυλακῇ ἀνταπόδοσις, ἀκόλουθον πολλὴν αὐτὴν ειναι. 158 Ps 18,13-14a Τὰς μὲν φανερὰς καὶ ἀποτελεσματικὰς ἁμαρτίας πᾶς τις εισεται, τὰ δὲ ἐν κρυπτῷ γινόμενα παραπτώματα ἐν ταῖς ἐνθυμήσεσιν καὶ λογισμοῖς ὁ φωράσων σπάνιος· τὸ γὰρ Τίς ἐνταῦθα τὸ σπάνιον δηλοῖ. Παῦλος γοῦν οὐδὲν ἑαυτῷ συνειδὼς, ἐπιστάμενος οτι σπάνιον τὸ συνιέναι τὰ προειρημένα παραπτώματα Οὐκ ἐν τούτῳ, εφη, δεδικαίωμαι. ̔Εξῆς γοῦν τῷ Παραπτώματα τίς συνήσει; κεῖται τὸ ̓Απὸ τῶν κρυφίων μου καθάρισόν με· μονονουχὶ τοῦτο τοῦ δικαίου λέγοντος, ἐπεὶ ἐν τοῖς λογισμοῖς τοῖς κρυφίοις τῆς καρδίας συμβαίνει ῥύπον ειναι ον οὐκ αλλοι μόνον ἀλλὰ κἀγὼ αὐτὸς ἀγνοῶ, σὺ περίελε αὐτόν, τῶν κρυπτῶν τυγχάνων γνώστης. συμβαίνει γὰρ τοῦτον τὸν ῥύπον, εἰ μὴ ἀφανισθείη, ἐπιταθέντα ἀφορμὴν καὶ πρόφασιν γενέσθαι τοῦ ἁλῶναί με ὑπὸ ἀλλοτρίοις· φειδόμενος ουν τοῦ σοῦ δούλου μὴ ἐάσῃς αὐτὸν ὑπὸ ἀλλοτρίοις ἁλῶναι, ἀπὸ τῶν κρυφίων καθαρίσας αὐτόν. τὰ γὰρ ἐν κρυπτῷ ἁμαρτήματα μὴ ἐκκοπτόμενα μεταπέσοι αν ποτε εἰς πρακτικὴν ἁμαρτίαν, δι' ην περιτεύξεταί τις ἀλλοτρίοις θεοῦ ητοι πράγμασιν ητοι πονηραῖς δυνάμεσιν. φείσεται δὲ τοῦ ἑαυτοῦ δούλου ὁ θεός, οτ' αν μὴ φείσεται τοῦ ἰδίου υἱοῦ ὑπὲρ πάντων παραδοὺς αὐτόν· τὸ γὰρ φείσασθαι τοῦ υἱοῦ πάντων ἀπώλεια, τὸ δὲ μὴ φείσασθαι πρὸς τὸ σωτηρίαν πᾶσιν γενέσθαι. καὶ αὐτὸς ὁ υἱὸς ἐκτὸς εσται πάσης βλάβης, ταύτην δέχεσθαι οὐδ' ολως πεφυκώς. 159 Ps 18,14c.15 Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν. εἰ γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μεταφέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ. Οτ' αν ταῦτά μοι ὑπαρχθῇ παρὰ σοῦ, τότε εἰς εὐδοκίαν ἐστὶν τὰ λόγια τοῦ στόματός μου, α προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι· εἰς εὐδοκίαν δ' ἐστὶν τὰ λόγια τὰ ἀποδοχῆς αξια. ̔Η μελέτη τοῦ διανοητικοῦ μου γινομένη ἐν λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς ουσα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διαπαντός. τὸ μέντοι τῆς μελέτης αμεμπτον οὐκ αλλοθεν η ἐκ σοῦ ὑπῆρκται καθαρίσαντός με ἀπὸ τῶν κρυφίων μου. Σοῦ βοηθοῦντος, ω δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. εἰ δὲ καὶ παρ' ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάντων λύτρωσαι, αμα βοηθὸς καὶ λυτρωτής μου εὑρισκόμενος. 160

Ps 19,2-4 Τὸν θλιβόμενον εὐθυμοποιῶν ητοι ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος η

τὸ αγιον πνεῦμα διεγεῖρον αὐτόν φησιν· ̓Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως. διὰ τῆς προκοπῆς μανθάνει ὁ θλιβόμενος μὴ ὀλιγωρεῖν μηδὲ τὰς ἐλπίδας καταβάλλειν ἀλλ' ἐξέχεσθαι τοῦ θεοῦ διὰ προσευχῶν· τοῦ γὰρ ἐπακούειν θεὸν ἡγεῖται εὐχή. εἰς προσευχὰς ουν παρακαλεῖ τὸν θλιβόμενον διὰ τοῦ φάναι· ̓Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ονομα τοῦ θεοῦ ̓Ιακώβ. ἡ προσηγορία τοῦ θεοῦ ἡ προσοικειωθεῖσα τῷ ̓Ιακὼβ ἀσπὶς ὑπάρχουσα σοῦ ἐστιν. ζητητέον δὲ διὰ τί, θεοῦ χρηματίσαντος τοῦ ̓Αβραὰμ καὶ τοῦ ̓Ισαὰκ καὶ τοῦ ̓Ιακώβ, τὸ ονομα τοῦ θεοῦ ̓Ιακώβ, οὐχὶ τοῦ θεοῦ ̓Αβραὰμ η ̓Ισαάκ, ὑπερασπίζει τοῦ θλιβομένου. μήποτε ουν, ἐπεὶ ἐν πολλαῖς κακοπαθείαις καὶ ἐπιπόνοις ὁ ̓Ιακὼβ