43
ταῦτά τοι οὐδέ τις τῶν αὐτοῦ ξυγγενῶν ἢ ἄλλως γνωρίμων ἐλπίδα τινά ποτε ἀσφαλῆ ἐπ' αὐτῷ ἔσχεν, ἀλλὰ μεταναστάσεις αὐτῷ ἐς ἀεὶ τῆς ἐς τὰ ἐπι22.32 τηδεύματα ἐγίνοντο γνώμης. οὕτω τε καὶ τοῖς φαρμακεῦσιν, ὅπερ ἐρρήθη, εὐέφοδος ὢν καὶ τῇ Θεοδώρᾳ πόνῳ οὐδενὶ ὑποχείριος ἐγεγόνει, καὶ ἀπ' αὐτοῦ μάλιστα ἡ βασιλὶς ἅτε σπουδαῖον τὰ τοιαῦτα τὸν Πέτρον 22.33 ὄντα ὑπερηγάπα. ἀρχῆς μὲν οὖν ἧς τὰ πρότερα εἶχε βασιλεὺς αὐτὸν παρέλυσε μόλις, Θεοδώρας δὲ ἐγκειμένης οὐ πολλῷ ὕστερον ἄρχοντα τῶν θησαυρῶν αὐτὸν κατεστήσατο,Ἰωάννην παραλύσας ταύτης δὴ τῆς τιμῆς, ὅσπερ αὐτὴν παρειληφὼς μησί που ὀλίγοις 22.34 πρότερον ἔτυχεν. ἦν δὲ οὗτος ἀνὴρ γένος μὲν Παλαιστῖνος, πρᾷος δὲ καὶ ἀγαθὸς ἄγαν, καὶ οὔτε πορίζεσθαι χρημάτων ἀδίκων πόρους εἰδὼς, οὔτε τῳ λυμη22.35 νάμενος πώποτε τῶν πάντων ἀνθρώπων. ἀμέλει καὶ διαφερόντως ἠγάπων αὐτὸν ὁ λεὼς ἅπας. διά τοι τοῦτοἸουστινιανόν τε καὶ τὴν ὁμόζυγα οὐδαμῆ ἤρεσκεν, οἵπερ ἐπειδὴ τῶν σφίσιν ὑπουργούντων καλόν τε καὶ ἀγαθὸν παρὰ δόξαν τινὰ ἴδοιεν, ἰλιγγιῶντες καὶ δυσφορούμενοι ἐς τὰ μάλιστα πάσῃ μηχανῇ αὐτὸν ὅτι τάχιστα διωθεῖσθαι ἐν σπουδῇ ἐποιοῦντο. 22.36 Οὕτω γοῦν καὶ τοῦτον τὸνἸωάννην ὁ Πέτρος ἐκδεξάμενος θησαυρῶν τε τῶν βασιλικῶν προὔστη καὶ ξυμφορῶν αὖθις μεγάλων αἰτιώτατος ἅπασι γέγονεν. 22.37 ἀποτεμνόμενος γὰρ τῶν χρημάτων τὸ πλεῖστον μέρος, 22.37 ἅπερ ἐν παραψυχῆς λόγῳ πολλοῖς χορηγεῖσθαι ἀνὰ πᾶν ἔτος πρὸς βασιλέως ἐκ παλαιοῦ διατέτακται, αὐτὸς μὲν τοῖς δημοσίοις οὐ δέον ἐπλούτει καὶ μοῖραν ἐν22.38 θένδε βασιλεῖ ἀνέφερεν. οἱ δὲ τὰ χρήματα περιῃρημένοι ἐν πένθει μεγάλῳ περιεκάθηντο, ἐπεὶ καὶ τὸ χρυσοῦν νόμισμα οὐχ ᾗπερ εἰώθει ἐκφέρειν ἠξίου, ἀλλ' ἔλασσον αὐτὸ καταστησάμενος, πρᾶγμα οὐδεπώποτε γεγονὸς πρότερον. 22.39 Τὰ μὲν ἀμφὶ τοῖς ἄρχουσι βασιλεῖ ταύτῃ πη εἶχεν. ὅπως δὲ τοὺς τὰ χωρία κεκτημένους πανταχῆ διέφθειρεν 22.40 ἐρῶν ἔρχομαι. ἀπέχρη μὲν οὖν ἡμῖν τῶν ἐς τὰς πόλεις ἁπάσας στελλομένων ἀρχόντων ἐπιμνησθεῖσιν οὐ πολλῷ πρότερον καὶ τούτων δὴ τῶν ἀνθρώπων σημῆναι τὰ πάθη. πρώτους γὰρ οἱ ἄρχοντες οὗτοι τοὺς τῶν χωρίων κυρίους βιαζόμενοι ἐληΐζοντο, καὶ ὣς δὲ τἄλλα εἰρήσεται πάντα. 23.1 Πρῶτον μὲν εἰθισμένον ὂν ἐκ παλαιοῦ ἕκαστον τὴνῬωμαίων ἀρχὴν ἔχοντα οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις τοῖς τῶν δημοσίων ὀφλημάτων λειψάνοις τοὺς κατηκόους δωρεῖσθαι πάντας, τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι, συκοφαντεῖν ἐγχειροῦσι τῶν τοῦ φόρου ὑποτελῶν τοὺς οὐδὲν ὀφείλοντας, οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν 23.2 τοιοῦτο ἐς τοὺς κατηκόους εἰργάσατο. καὶ ἀπ' αὐτοῦ τοῖς μὲν ἀπορουμένοις ἀναγκαῖον ἦν ἀποδρᾶναί τε καὶ 23.3 μηδενὶ ἔτι ἐπανιέναι. καὶ οἱ συκοφάνται τοὺς ἐπιεικεστέρους ἀπέκναιον κατηγορίαν ἐπανασείοντες ἅτε τὸ τέλος ἐνδεεστέρως ἐκ παλαιοῦ καταβάλλοντας τῆς ἐγ23.4 κειμένης τῷ χωρίῳ φορᾶς. οὐ γὰρ ὅσον οἱ ταλαίπωροι τὴν καινὴν τοῦ φόρου ἀπαγωγὴν ἐδεδίεσαν, ἀλλὰ καὶ χρόνων τοσούτων τὸ πλῆθος οὐδὲν προσῆκον βαρύ23.5 νεσθαι φόροις. πολλοὶ γοῦν ἀμέλει τὰ σφέτερα αὐτῶν τοῖς συκοφάνταις ἢ τῷ δημοσίῳ προέμενοι ἀπηλλάσ23.6 σοντο. ἔπειτα δὲ Μήδων μὲν καὶ Σαρακηνῶν τῆςἈσίας γῆν τὴν πολλὴν, τῶν δὲ δὴ Οὔννων καὶ Σκλαβηνῶν καὶ Ἀντῶν ξύμπασαν Εὐρώπην ληϊσαμένων, καὶ τῶν πόλεων τὰς μὲν καθελόντων ἐς ἔδαφος, τὰς δὲ ἀργυρολογησάντων ἐς τὸ ἀκριβὲς μάλιστα, τοὺς δὲ ἀνθρώπους ἐξανδραποδισάντων ξὺν χρήμασι πᾶσιν, ἔρημόν τε τῶν οἰκητόρων καταστησαμένων χώραν ἑκάστην ταῖς καθ' ἡμέραν ἐπιδρομαῖς, φόρον μὲν οὐδενὶ τῶν ἁπάντων ἀφῆκε, πλήν γε δὴ ὅσον ἐνιαυτοῦ ταῖς 23.7 ἁλούσαις τῶν πόλεων μόνον. καίτοι εἰ καθάπερἈναστάσιος βασιλεὺς ἑπτάετες ταῖς ἁλούσαις τὰ τέλη ἐπιχωρεῖν ἔγνω, οἶμαι δ' ἂν οὐδ' ὣς αὐτὸν πεποιῆσθαι τὰ δέοντα, ἐπεὶ Καβάδης μὲν ταῖς οἰκοδομίαις ὡς ἥκιστα λυμηνάμενος ἀπιὼν ᾤχετο, Χοσρόης δὲ ἅπαντα πυρπολήσας ἐς ἔδαφος