44
γεγένηται ὡς τὸν βίον αὐτοῦ σύμβολον τῆς ἀθλητικῆς πολιτείας ειναι, ὁ θλιβόμενος ἀσκούμενος ἐγκαρτερεῖν ταῖς θλίψεσιν καὶ ἀγωνίζεσθαι πρὸς αὐτὰς ὑπερασπίζεται ὑπὸ τῆς θεοῦ προσηγορίας, η τοῦ ̓Ιακώβ ἐστιν, ινα πτερνιστὴς κατ' ἐκεῖνον γεγενημένος πτερνίσῃ καὶ καταπαλαίσῃ τὰ θλιβερὰ καὶ τὰ ἐνεργοῦντα αὐτὰ πνεύματα πονηρά. ̓Εξ ἁγίου δὲ καταπέμπει βοήθειαν η τοῦ οὐρανίου ναοῦ (ὁ γὰρ ναὸς παρ' ̔Εβραίοις αγιον ὀνομάζεται) η ἐξ ἁγίου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ περὶ ου λέγεται· ̔Ο θεὸς ἐκ Θεμᾶν ηξει καὶ ὁ αγιος ἐξ ορους Φαρᾶν κατασκίου δασέος. αυτη δὲ ἡ ἐξήγησις κυριωθήσεται ἐκ τοῦ ἐπιφερομένου στίχου. ̓Εκ Σιὼν γὰρ ἀντιλάβοιτό σου, τῷ ἐκεῖθεν τὸν σωτῆρα τῷ γένει τῶν ἀνθρώπων ἐπιλάμπειν κατὰ τὸ ̓Εκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. μαρτυρηθείη δὲ καὶ ἡ πρώτη ἐκδοχή, ἐκ Σιὼν τῆς ἐπουρανίου ἀντιλαμβανομένου θεοῦ. Μνησθείη πάσης θυσίας σου, ἐπεύχεται, τῷ θλιβομένῳ τοῦτο σημαίνων· εσται τὸ ῥυσθῆναί σε ἐκ τῆς θλίψεως ωστε εὐχαριστητικῶς θυσίαν προσενεγκεῖν, ινα πάσης τῆς ουτως προσαγομένης θυσίας σου μνησθείη ὁ θεὸς ουσης πνευματικῆς. ̓Αλλὰ καὶ τὸ ὁλοκαύτωμά σου ἀποδεχόμενος πιανάτω· σημειωτέον διαφέρειν θυσίαν ὁλοκαυτώματος. τάχα γὰρ ἐπὶ τῶν ἀψύχων προσαγομένων ἐπὶ τὸν βωμὸν κεῖται τὸ θυσίας ονομα, τοῦ ὁλοκαυτώματος ἐμψύχου θύματος οντος. 161 Ps 19,5 ∆ίδωσι θεὸς κατὰ τὴν καρδίαν τοῦ εὐχομένου, οτ' αν τοιαῦτα αἰτῆται, α καὶ θεῷ πρέπει διδόναι καὶ τῷ λαμβάνοντι συμφέρει. ἡ γὰρ περὶ τούτων αιτησις ὀρθῶς γινομένη εξει τὸν θεὸν παρέχοντα. Καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι· βουλὴν τουτέστιν τὴν βούλησιν ὀρθῶς γινομένην πληρώσαι. πληροῦται δὲ βούλησις, οτ' αν μὴ διαμάρτῃ ἐν ταῖς σκέψεσιν, ἀλλ' ἐκεῖνα ἀπαντήσῃ περὶ ων προεβουλεύσατο. 162 Ps 19,6 Εστιν δὲ τοῦτο περὶ ου ειρηται· ̓Ιδοὺ ἐτέχθη ἡμῖν σήμερον σωτήρ, ος ἐστιν Χριστὸς κύριος. λέγεται σωτήριον λέγειν τὴν σωτηρίαν ην σῴζεται, ῳ ἐπακούει θεὸς ἐν ἡμέρᾳ θλίψεως, ἐφ' ῃ σωτηρίᾳ ἀγαλλίασις εσται. Καὶ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. αλλων ἐπὶ κοσμικοῖς πράγμασιν μεγαλυνομένων, ἡμεῖς ̓Εν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. σημαίνει δὲ τὴν ἐν τῷ οντως ἀγαθῷ προκοπὴν τὸ Μεγαλυνόμεθα. οὐ γὰρ ειπεν· μεγάλοι ἐσμέν. ταύτῃ τοι καὶ ὁ Ἰσαὰκ προβαίνων μείζων ἐγίνετο, εως μέγας ἐγένετο σφόδρα. μεγαλύνεται δέ τις ἐν ὀνόματι κυρίου τὰ γνησίου καὶ τελείου δούλου ἐπιτελῶν. ̓Εγκώμιον μέγα τοῦ περὶ ου ὁ λόγος τὸ πληρωθήσεσθαι ὑπὸ κυρίου πάντα τὰ αἰτήματα αὐτοῦ οὐδὲν αἰτουμένου, ων μὴ παρέχει ὁ θεός. πλήρωσις δὲ αἰτήσεων τὸ ἐκβῆναι καὶ εἰς υπαρξιν ἐλθεῖν ἐκεῖνα, ὑπὲρ ων τις ἠξίωσεν. 163 Ps 19,7 Τῆς χριστοῦ φωνῆς ὁτὲ μὲν ἐπὶ τοῦ ἱερέως, ὁτὲ δ' ἐπὶ τοῦ βασιλέως, ὁτὲ δὲ ἐπὶ τῆς κατὰ σάρκα τοῦ θεοῦ λόγου οἰκονομίας· ὁ μέν τις φήσει ἐπὶ τοῦ ∆αυὶδ εἰρῆσθαι, ὁ δὲ ἐπὶ ̓Εζεκίου περὶ ου καὶ τὴν ὑπόθεσιν ειληφεν τοῦ ψαλμοῦ, ὁ δὲ καὶ εἰς τὴν οἰκονομίαν ἀνθρωπίνως εἰρημένον. Τάχα δὲ καὶ τῶν πιστευόντων ἁπάντων συμπληρούντων τὸ σῶμα Χριστοῦ κατὰ τὸ Ουτω καὶ ὁ Χριστὸς εν σῶμα, πολλὰ δὲ μέλη, σῴζεσθαι λέγεται ὁ Χριστός, οτ' αν οἱ γενόμενοι αὐτοῦ σῶμα καὶ μέλη σωτηρίαν εχωσιν. Ευ δὲ καὶ τὸ εἰπεῖν Νῦν εγνων. νῦν γὰρ τουτέστιν ἐν τῷ παρόντι αἰῶνι γινώσκομεν τὸν Χριστὸν σῳζόμενον τῷ ἀπεντεῦθεν ἀρραβῶνα σωτηρίας δέχεσθαι. ̓Επακούει τοῦ Χριστοῦ κατὰ πᾶσαν ἀπόδοσιν προειρημένην. τὰ δεξιὰ δὲ τοῦ θεοῦ, τουτέστιν ὁ λόγος αὐτοῦ, σωτηρίαν ποιεῖ, οὐχ ὡς ετυχεν ἀλλ' ἐν δυναστείαις οια στρατηγὸς η βασιλεὺς αριστος. 164 Ps 19,8 Ιππους μὲν νοῶν τὰ σκιρτητικὰ τῶν παθῶν οις ἐπιβαίνουσιν αἱ ἀντικείμεναι δυνάμεις, αρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν ἐν οις παρασκευάζονται καθ' ἡμῶν· ἀλλ' εἰ καὶ ουτοι ἐν τούτοις, ἀλλ' ἡμῶν ἀμυντήριον ἀκαταμάχητον ἡ τοῦ θεοῦ προσηγορία.