44
Τίνος οὖν ἕνεκεν τῷ Ἐγένετο κέχρηται ῥήματι; Τὰ τῶν αἱρετικῶν ἐμφράττων στόματα. Ἐπειδὴ γὰρ εἰσὶν οἱ λέγοντες, ὅτι φαντασία τις ἦν καὶ ὑπόκρισις καὶ ὑπόνοια τὰ τῆς οἰκονομίας ἅπαντα, ἄνωθεν αὐτῶν προαναιρῶν τὴν βλασφημίαν, τὸ Ἐγένετο τέθεικεν· οὐ μεταβολὴν οὐσίας, ἄπαγε, ἀλλὰ σαρκὸς ἀληθινῆς ἀνάληψιν παραστῆσαι βουλόμενος. Ὥσπερ γὰρ ὅταν λέγῃ, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ, τῆς οἰκείας ἀποστᾶσα δόξης, εἰς κατάραν οὐσιώθη· τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὔτε οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν· τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν· οὐ δὴ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν καθ' ἡμῶν κατάραν δεξάμενος, οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν· οὕτω δὴ καὶ ἐνταῦθα σάρκα, φησὶν, αὐτὸν γενέσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ' ἀναλαβόντα αὐτὴν, ἀνεπάφου μενούσης ἐκείνης. Εἰ δὲ λέγοιεν, ὅτι Θεὸς ὢν ἅπαντα δύναται, ὥστε καὶ εἰς σάρκα μεταπεσεῖν ἐδύνατο· ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν, ὅτι πάντα δύναται, ἕως ἂν μένῃ Θεὸς ὤν· εἰ δὲ μεταβολὴν ἐδέξατο, καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον, πῶς ἂν εἴη Θεός; Τὸ γὰρ μεταβάλλεσθαι, πόῤῥω τῆς ἀκηράτου φύσεως ἐκείνης. ∆ιὸ καὶ ὁ Προφήτης ἔλεγε· Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πάσης γὰρ ἀνωτέρα μεταβολῆς ἡ οὐσία αὕτη. Οὔτε γὰρ κρεῖττόν τί ἐστιν αὐτοῦ, ὥστε προκόψαντα αὐτὸν ἐπὶ τοῦτο ἐλθεῖν. Τί λέγω κρεῖττον; 59.80 Οὐδὲν ἴσον, οὐδὲ μικρὸν ἐγγύς. Οὐκοῦν λείπεται τὴν ἐπὶ τὸ χεῖρον αὐτὸν δέξασθαι μεταβολὴν, εἴ γε μεταβάλ[λ]οιτο. Τοῦτο δὲ οὐκ ἂν εἴη Θεός. Ἀλλ' ἡ βλασφημία τραπείη εἰς τὴν τῶν ταῦτα λεγόντων κεφαλήν. Ὅτι γὰρ διὰ τοῦτο μόνον εἴρηται τὸ, Ἐγένετο, ἵνα μὴ φαντασίαν ὑπολάβῃς, σκόπει διὰ τῶν ἑξῆς, πῶς ἐκκαθαίρει τὸν λόγον, καὶ τὴν ὑπόνοιαν ἀνατρέπει τὴν πονηράν. Ἐπήγαγε γάρ· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν· μονονουχὶ λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ, Ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν, οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ, ἀλλ' ἕτερον. Ἕτερον γὰρ ἐν ἑτέρῳ σκηνοῖ· ἐπεὶ οὐδ' ἂν εἴη σκήνωσις· οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ Θεὸς Λόγος καὶ ἡ σὰρξ, οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ' ἑνώσεως ἀῤῥήτου τινὸς καὶ ἀφράστου. Τὸ δὲ ὅπως, μὴ ζήτει· ἐγένετο γὰρ ὡς οἶδεν αὐτός. Τίς οὖν ἐστιν ἡ σκηνὴ ἣν κατεσκήνωσεν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἀναστήσω τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν. Πεπτώκει γὰρ ὄντως, πεπτώκει πτῶμα ἀνίατον ἡ φύσις ἡ ἡμετέρα, καὶ τῆς κραταιᾶς ἐκείνης ἐδεῖτο μόνης χειρός. Οὐδὲ γὰρ ἦν ἑτέρως ἀναστῆναι αὐτὴν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτῇ χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τῇ δι' ὕδατος ἀναγεννήσει καὶ Πνεύματος. Καὶ θέα μοι τὸ φρικτὸν καὶ ἀπόῤῥητον τοῦ μυστηρίου· ∆ιαπαντὸς κατοικεῖ τὴν σκηνήν· τὴν γὰρ σάρκα τὴν ἡμετέραν περιεβάλετο, οὐχ ὡς πάλιν αὐτὴν ἀφήσων, ἀλλ' ὡς διαπαντὸς ἕξων μεθ' ἑαυτοῦ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, καὶ τοῦ θρόνου κατηξίωσεν αὐτὴν τοῦ βασιλικοῦ, καὶ φορῶν αὐτὴν προσεκυνεῖτο ὑπὸ πάσης τῆς ἄνω στρατιᾶς, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Ποῖος λόγος, ποία διάνοια τὴν τοσαύτην τιμὴν τὴν εἰς τὸ γένος γεγενημένην τὸ ἡμέτερον, τὴν ὄντως ὑπερφυῆ καὶ φρικτὴν παραστῆσαι δυνήσεται; τίς ἄγγελος; τίς ἀρχάγγελος; Οὐδεὶς οὐδαμοῦ, οὐ τῶν ἐν οὐρανῷ, οὐ τῶν ἐπὶ γῆς. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ κατορθώματα, καὶ οὕτω μεγάλαι καὶ ὑπερφυεῖς αἱ εὐεργεσίαι αὐτοῦ, ὡς μὴ μόνον ἀνθρωπίνην γλῶτταν, ἀλλὰ καὶ ἀγγελικὴν δύναμιν ὑπερβαίνειν αὐτῶν τὴν ἀκριβῆ διήγησιν. ∆ιὸ καὶ ἡμεῖς εἰς σιγὴν τέως τὸν λόγον κατακλείσομεν, τοσοῦτον ὑμῖν παρεγγυήσαντες, ἀμείψασθαι τὸν τηλικοῦτον ἡμῶν εὐεργέτην ἀμοιβαῖς, αἳ πάλιν εἰς ἡμᾶς τὸ κέρδος περιστήσουσιν ἅπαν. Αὗται δέ εἰσι,