1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

44

καθεῖλε, μείζω τε προσετρίψατο 23.8 τοῖς περιπεπτωκόσι τὰ πάθη. καὶ τούτοις μὲν τοῖς ἀνθρώποις οἷσπερ τὸ γελοιῶδες τοῦτο τοῦ φόρου ἀφῆκε καὶ τοῖς ἄλλοις ἅπασι, πολλάκις μὲν δεξαμένοις τὸν Μήδων στρατὸν, διηνεκὲς δὲ Οὔννων τε καὶ βαρβάρων Σαρακηνῶν γῆν τὴν ἑῴαν ληϊσαμένων, οὐδὲν δὲ ἧσσον καὶ τῶν ἐπὶ τῆς Εὐρώπης βαρβάρων ταῦτα ἐργαζομένων ἀεὶ καὶ καθ' ἑκάστην τοὺς ἐκείνῃῬωμαίους, βασιλεὺς οὗτος χαλεπώτερος εὐθὺς γέγονε 23.9 βαρβάρων ἁπάντων. συνωναῖς τε γὰρ καὶ ταῖς καλουμέναις ἐπιβολαῖς τε καὶ διαγραφαῖς οἱ τῶν χωρίων κύριοι τῶν πολεμίων ἀνακεχωρηκότων αὐτίκα μάλα 23.10 ἡλίσκοντο. ὅ τι δὲ τὰ ὀνόματά ἐστί τε καὶ βούλεται ταῦτα, ἐγὼ δηλώσω. 23.11 Τοὺς τὰ χωρία κεκτημένους ἀναγκάζουσι τὸνῬωμαίων ἐκτρέφειν στρατὸν κατὰ τὸ μέτρον τῆς κειμένης ἑκάστῳ φορᾶς, τιμημάτων καταβαλλομένων οὐχ ᾗπερ ἐφίησιν ὁ παρὼν τῇ χρείᾳ καιρὸς, ἀλλ' ᾗπερ ἔξεστι καὶ διώρισται, οὐ διερευνώμενοι δὲ, εἴπερ αὐτοῖς 23.12 τὰ ἐπιτήδεια ἐν τῇ χώρᾳ ξυμβαίνει. περιέστηκέ τε τοὺς δειλαίους τούτους ἀνάγκη τὰ μὲν ἐπιτήδεια στρατιώταις τε καὶ ἵπποις ἐσκομίζεσθαι πάντα ὠνουμένους αὐτὰ τιμημάτων πολλῶν ἐς ἄγαν ἀξιωτέρων καὶ ταῦτα ἐκ χώρας, ἂν οὕτω τύχοι, μακράν που οὔσης καὶ ταῦτα ἐς τὸ χωρίον ἀποκομίζειν, οὗ δὴ τὸ στρατόπεδον ξυμβαίνει εἶναι, μετρεῖν τε τοῖς τῶν στρατιωτῶν χορηγοῖς, οὐ καθάπερ πᾶσιν ἀνθρώποις νόμος, 23.13 ἀλλ' ᾗπερ ἐκείνοις ἂν βουλομένοις εἴη. καὶ τοῦτό ἐστι τὸ πρᾶγμα ὅπερ συνωνὴ καλεῖται, ἐξ οὗ δὴ ἅπασιν ἐκνενευρίσθαι τοῖς τῶν χωρίων κυρίοις ξυμβαίνει. 23.14 φόρον γὰρ ἀπ' αὐτοῦ τὸν ἐπέτειον οὐχ ἥσσονα ἢ δεκαπλασίονα ἐγκατατιθέναι σφίσιν ἐπάναγκες, οἷς γε οὐ μόνον, ὥσπερ εἴρηται, τῷ στρατῷ χορηγεῖν, ἀλλὰ καὶ σῖτον ἐς Βυζάντιον πολλάκις διακομίζειν ταῦτα πεπονθόσι ξυνέπεσεν, ἐπεὶ οὐχ ὁ Βαρσύμης καλούμενος μόνος τὸ τοιοῦτο ἄγος ἐξαμαρτάνειν τετόλμηκεν, ἀλλὰ καὶ πρότερον μὲν ὁ Καππαδόκης, ὕστερον δὲ οἱ μετὰ τὸν Βαρσύμην τοῦτο δὴ τὸ τῆς ἀρχῆς παραλαβόντες ἀξίωμα. 23.15 Τὰ μὲν οὖν τῆς συνωνῆς ταύτῃ πη ἔχει· τὸ δὲ τῆς ἐπιβολῆς ὄνομα ὄλεθρός τίς ἐστιν ἀπρόοπτος ἐξαπιναίως τοῖς τὰ χωρία κεκτημένοις ἐπιγενόμενος πρόρριζόν τε αὐτοῖς ἐκτρίβων τὴν τοῦ βίου ἐλπίδα. 23.16 χωρίων γὰρ τὸ τέλος τῶν ἐρήμων τε καὶ ἀπόρων γεγενημένων, ὧν δὴ τοῖς τε κυρίοις καὶ τοῖς γεωργοῖς ἤδη τετύχηκεν ἢ παντάπασιν ἀπολωλέναι, ἢ γῆν πατρῴαν ἀπολιποῦσι τοῖς ἐγκειμένοις σφίσι διὰ ταῦτα κακοῖς κρύπτεσθαι, οὐκ ἀπαξιοῦσιν ἐπιφέρειν τοῖς οὔπω διεφθαρμένοις παντάπασι. 23.17 Τοιοῦτο μὲν καὶ τὸ τῆς ἐπιβολῆς ὄνομά ἐστιν, ἐπιπολάσαν ὡς τὸ εἰκὸς ἐπὶ τὸν χρόνον μάλιστα τοῦτον. τὰ δὲ τῶν διαγραφῶν ὡς συντομώτατα φράσαντι ἀπηλ23.18 λάχθαι τῇδέ πη ἔχει. ζημίαις πολλαῖς ἄλλως τε καὶ ὑπὸ τοὺς χρόνους τούτους περιβάλλεσθαι τὰς πόλεις ἦν ἀνάγκη· ὧνπερ τάς τε ἀφορμὰς καὶ τοὺς τρόπους ἀφίημι λέγειν ἐν τῷ παρόντι, ὡς μή μοι ὁ λόγος 23.19 ἀπέραντος εἴη. ταύτας οἱ τὰ χωρία ἔχοντες ἀπέτινον, τίμημα κατατιθέντες κατὰ λόγον τῆς ἐγκειμένης ἑκάστῳ 23.20 φορᾶς. οὐκ ἄχρι δὲ τούτων αὐτοῖς τὸ κακὸν ἔστη, ἀλλὰ καὶ τοῦ λοιμοῦ ξύμπασαν περιλαβόντος τήν τε ἄλλην οἰκουμένην καὶ οὐχ ἥκιστα τὴν τῶνῬωμαίων ἀρχὴν τῶν τε γεωργῶν ἀφανίσαντος μέρος τὸ πλεῖστον, καὶ ἀπ' αὐτοῦ ἐρήμων ὡς τὸ εἰκὸς τῶν χωρίων γεγενημένων, οὐδεμιᾷ φειδοῖ ἐχρήσατο ἐς τοὺς τούτων 23.21 κυρίους. φόρον γὰρ τὸν ἐπέτειον οὔποτε ἀνίει πραττόμενος οὐχ ᾗπερ ἑκάστῳ ἐπέβαλλε μόνον, ἀλλὰ καὶ 23.22 γειτόνων τῶν ἀπολωλότων τὴν μοῖραν. προσῆν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὧνπερ ἐμνήσθην ἀρτίως ἅτε τοῖς τῶν χωρίων δεδυστυχηκόσι τὴν κτῆσιν ἀεὶ ἐγκειμένων, ἔτι μέντοι καὶ τοῖς μὲν στρατιώταις ἀνὰ τὰ κάλλιστά τε καὶ τιμιώτατα δωματίων τῶν σφετέρων ᾠκημένοις ὑπηρετεῖν, αὐτοῖς δὲ πάντα τοῦτον τὸν χρόνον ἐν τοῖς φαυλοτάτοις τε καὶ ἀπημελημένοις τῶν οἰκιδίων δίαιταν ἔχειν. 23.23Ἅπερ ἅπαντα ὑπὸ τὴνἸουστινιανοῦ τε καὶ Θεοδώρας βασιλείαν τοῖς ἀνθρώποις ἀεὶ γίνεσθαι ξυνέβη, ἐπεὶ οὔτε πόλεμον οὔτε τι ἄλλο τῶν μεγίστων κακῶν 23.24 ἐν τούτῳ δὴ τῷ