45
165 Ps 20,2-3 ̔Ο κατασταθεὶς βασιλεὺς ἐπὶ Σιὼν ορος κυρίως καὶ ἀληθῶς βασιλεύς ἐστιν, εὐφραινόμενος θείαν εὐφροσύνην ἀπὸ τῆς παρούσης αὐτῷ δυνάμεως θεοῦ. πᾶς δὲ ὁ ψαλμὸς ἑρμηνευθείη περὶ Χριστοῦ βασιλέως καὶ τοῦ συμβασιλεύοντος αὐτῷ, ινα μὴ ἐφ' ἑκάστης λέξεως τοῦτο σημαίνειν ἀναγκαζώμεθα. ̔Ο ἐπιθυμίαν σαρκὸς μὴ τελῶν τῷ πνεύματι περιπατεῖ. ουτος ἀνακραθεὶς τῷ πνεύματι ἐπιθυμίαν καρδίας λαμβάνει ἀπὸ θεοῦ. ὁ γὰρ τῶν τῆς σαρκὸς ὀρεκτῶν ἀπεσχημένος, α ὀρέγεται ἡ καρδία τουτέστιν ὁ νοῦς, λαμβάνει παρὰ θεοῦ ἐμπιμπλῶντος ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν αὐτοῦ. ἀλλὰ καὶ τυχών τις ων δεῖται οὐκ ἐστερήθη ὑπὸ κυρίου τῆς δεήσεως τῶν χειλέων αὐτοῦ. 166 Ps 20,4-5 ̓Απὸ τοῦ Οτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος αἰτιολογικῷ συνδέσμῳ τῷ Οτι χρησάμενος εδειξεν οτι εὐφραίνεται καὶ ἀγαλλιᾷ ἐπὶ τῷ προευφθάσθαι ἐν εὐλογίαις χρηστότητος. τὰ δὲ πρὸς ἀντιδιαστολὴν εὐλογιῶν, μὴ χρηστότητος, πρόσκειται ἐνταῦθα τῆς χρηστότητος· εὐλογῶν γὰρ ̓Ιακὼβ τοὺς υἱοὺς εὐλογίας τρόπῳ ἀπαντήσεσθαι τοῖς υἱοῖς ἐπίπονά τινα ειπεν, ὡς τὸ ̓Επικατάρατος ὁ θυμὸς αὐτῶν. καὶ ει τι τοιοῦτον ελαττον προκείμενον, βασιλέα καὶ τὸν μιμητὴν αὐτοῦ προφθάνει ὁ θεὸς ἐν εὐλογίαις χρηστότητος, ἀναβιβάζων εἰς τὰς ὑπερκοσμίους ἐπαγγελίας ων ἐν ἀρραβῶνι ἀπεντεῦθέν ἐστιν γενέσθαι. ̓Εκ τῶν εργων καὶ ἐπιτηδευμάτων ἑαυτοῦ τις στεφανοῦται. ἀμέλει ὁ δικαίως τὸ δίκαιον διώξας ἀπολήψεται τὸν τῆς δικαιοσύνης στέφανον, καὶ ὁ ὀρθῶς περὶ τῆς τριάδος δοξάσας κομιεῖται τὸν ἀμαράντινον στέφανον τῆς δόξης. κατατρυφήσας δέ τις τοῦ κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται, καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων δέχεται εἰς τὴν ἑαυτοῦ κορυφήν. ἀλλὰ καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου τιμίους λίθους, ὑφ' ων εἰργάσατο λίθων τιμίων, στεφθήσεται, θεοῦ ἀναδοῦντος αὐτοῦ τὴν τῆς ψυχῆς κεφαλὴν τῷ στεφάνῳ τῷ ἐκ λίθων τιμίων· καὶ πρὸς δύναμιν δὲ θείαν κεκοσμημένην πάσῃ ἀρετῇ λέγεται Πάντα λίθον χρηστὸν ἐνδέδεσαι. ̔Ο ουν στεφανῶν θεὸς ἐν ἐλέει καὶ οἰκτιρμοῖς στεφανώσει ἐκ λίθων τιμίων πεποιημένον στέφανον, ωσπερ καὶ ἐλπίδι τοὺς ἐπ' αὐτῷ καραδοκοῦντας· Εστι γὰρ κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῇ δόξῃ. ἐπειδὴ δὲ ὁ ἀπόστολος γράφει τοῖς ἑαυτοῦ μαθηταῖς Χαρὰ καὶ στέφανός μου, μήποτε καὶ οἱ Χριστοῦ γνώριμοι, λίθοι τίμιοι διὰ τὴν ευτονον ἀρετὴν οντες, στέφανος πλακέντες ἐπιτεθήσονται τῇ Χριστοῦ κεφαλῇ μᾶλλον, Παύλου λέγοντος τοῖς μαθηταῖς Χαρὰ καὶ στέφανός μου. Ζωὴν ᾐτήσατό σε καὶ εδωκας αὐτῷ. εἰ μὲν ὁ μιμητὴς Χριστοῦ ειη ὁ περὶ ου ὁ λόγος, ζωὴν αἰτησαμένῳ αὐτὸν τὴν αἰώνιον δέδωκεν ὁ θεός· Τὸ χάρισμα γὰρ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν. εἰ δὲ περὶ Χριστοῦ λέγει τὸ ζωὴν αἰτησαμένῳ αὐτῷ, εδωκεν ὁ πατήρ, ινα ζωοποιήσῃ τοὺς νεκρούς. Μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος· πρὸς τῷ ζωὴν ᾐτηκέναι καὶ μακρότητα ἡμερῶν ᾐτήσατο, ιν' εχῃ αὐτὴν ἀθανάτως καὶ ἀπεράντως. μακρότητα ἡμερῶν δέχεται καὶ ὁ φωτίσας ἑαυτῷ φῶς γνώσεως, ὡς εκαστον δόγμα τῆς ἀληθείας πεφωτισμένον εχειν· ἑκάστη γὰρ περιγραφὴ νοήσεως ἡμέρα τίς ἐστιν. 167 Ps 20,6-8a Τὸ σωτήριον τοῦ θεοῦ δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ καὶ παντὶ τῷ συναναστάντι αὐτῷ. ∆οξὰν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν, δόξαν ταύτην τὴν κατὰ τὴν ἀνάστασιν. τὸ δ' ̓Επιθήσεις σημαίνει οτι καὶ πρὸ ταύτης τῆς δόξης ἑτέραν ειχεν κατὰ τὸ ̓Εδόξασα καὶ πάλιν δοξάσω. εστιν δὲ μεγαλοπρέπεια τὸ ἐν μεγάλοις πρέπον. τὸ πρέπον ουν περὶ τὸν σωτῆρα ἐν μεγάλοις γεγένηται. τί γὰρ μεῖζον τοῦ νεκροὺς ἐγείρειν καὶ ἐπὶ τῆς θαλάσσης βαδίσαι η τῶν παραπλησίων τεραστίων αὐτοῦ; ἀλλὰ καὶ ἐκ νεκρῶν αὐτοῦ ἀναστάντος, ἐν μεγάλοις τὸ πρέπον αὐτῷ ὑπῆρκται· εἰς οὐρανοὺς γὰρ ἀνελήφθη καὶ ἐν δεξιᾷ τοῦ πατρὸς ἐκάθισεν, Οτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. ταῦτα πάντα περὶ αὐτὸν ὑπῆρκται, οτι εὐλογία αὐτῷ εἰς αἰῶνα αἰῶνος δίδοται παρὰ τοῦ