45
χρόνῳ λελωφηκέναι τετύχηκεν. ἐπεὶ δὲ δωματίων ἐμνήσθημεν, οὐδὲ τοῦτο παριτέον ἡμῖν, ὅτι δὴ οἱ κεκτημένοι τὰς ἐν Βυζαντίῳ οἰκίας βαρβάροις ἐνταῦθα καταλύειν παρεχόμενοι ἑπτακισμυρίοις μάλιστα οὖσιν, οὐχ ὅπως τῶν σφετέρων ὀνίνασθαι οὐδαμῆ εἶχον, ἀλλὰ καὶ προσετρίβοντο δυσκόλοις ἑτέροις. 24.1 Οὐ μὴν οὐδὲ τὰ ἐς τοὺς στρατιώτας αὐτῷ εἰργασμένα σιωπῇ δοτέον, οἷς δὴ τοὺς πονηροτάτους ἐπέστησεν ἀνθρώπων ἁπάντων χρήματα σφᾶς ὅτι πλεῖστα ξυλλέγειν ἐνθένδε κελεύσας, εὖ εἰδότας ὡς μοῖρα τῶν πορισθησομένων ἡ δωδεκάτη αὐτοῖς κείσε24.2 ται. ὄνομα δὲ λογοθέτας αὐτοῖς ἔθετο. οἱ δὲ ἀνὰ πᾶν ἔτος ἐπενόουν τάδε. τὰς στρατιωτικὰς συντάξεις οὐχ ὁμοίως νόμος χορηγεῖσθαι ἐφεξῆς ἅπασιν, ἀλλὰ νέοις μὲν ἔτι αὐτοῖς οὖσι καὶ στρατευσαμένοις ἀρτίως ἐλάσσων ὁ πόρος, πεπονηκόσι δὲ καὶ μέσοις που ἤδη 24.3 καταλόγου γεγενημένοις ἐπὶ μεῖζον χωρεῖ. γεγηρακόσι μέντοι καὶ μέλλουσι τῆς στρατείας ἀφίεσθαι πολλῷ ἔτι κομπωδεστέρα ἡ σύνταξις, ὅπως αὐτοί τε τὸ λοιπὸν ἰδίᾳ βιοῦντες ἐς τὸ ἀποζῆν διαρκῶς ἔχοιεν, καὶ ἐπειδὰν αὐτοῖς ξυμμετρήσασθαι τὸν βίον ξυμβαίη, παραψυχήν τινα τῶν οἰκείων ἀπολιπεῖν τοῖς κατὰ τὴν 24.4 οἰκίαν δυνατοὶ εἶεν. ὁ τοίνυν χρόνος τῶν στρατιωτῶν τοὺς καταδεεστέρους ἐς τῶν τετελευτηκότων ἢ τῆς στρατείας ἀφειμένων τοὺς βαθμοὺς ἀεὶ ἀναβιβάζων πρυτανεύει κατὰ πρεσβεῖα τὰς ἐκ τοῦ δημοσίου συν24.5 τάξεις ἑκάστῳ. ἀλλ' οἱ λογοθέται καλούμενοι οὐκ εἴων ἐκ τῶν καταλόγων ἀφαιρεῖσθαι τὰ τῶν τετελευτηκότων ὀνόματα, καίπερ ὁμοῦ διαφθειρομένων, ἄλλως τε καὶ κατὰ τοὺς πολέμους συχνοὺς γινομένους, τῶν πλείστων. οὐ μὴν οὐδὲ τοὺς καταλόγους ἔτι ἐπλήρουν, καὶ ταῦτα 24.6 χρόνου συχνοῦ. καὶ ἀπ' αὐτοῦ περιειστήκει τῇ μὲν πολιτείᾳ τὸν τῶν στρατευομένων ἀριθμὸν ἐνδεέστερον ἀεὶ εἶναι, τῶν δὲ στρατιωτῶν τοῖς περιοῦσι πρὸς τῶν πάλαι τετελευτηκότων διωθουμένοις ἐπὶ μοίρας παρὰ τὴν ἀξίαν τῆς καταδεεστέρας ἀπολελεῖφθαι, τάς τε ξυντάξεις ἐλαττόνως ἢ κατὰ τὴν προσήκουσαν κομίζεσθαι τάξιν, τοῖς δὲ λογοθέταις διαλαγχάνεινἸουστινιανῷ τῶν στρατιωτικῶν χρημάτων πάντα τοῦτον τὸν χρόνον. 24.7Ἔτι μέντοι καὶ ἄλλαις ζημιῶν ἰδέαις πολλαῖς τοὺς στρατιώτας ἀπέκναιον, ὥσπερ ἀμειβόμενοι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ἐπικαλοῦντες τοῖς μὲν ὡς Γραικοὶ εἶεν, ὥσπερ οὐκ ἐξὸν τῶν ἀπὸ τῆς Ἑλλάδος τὸ παράπαν τινὶ γενναίῳ γενέσθαι, τοῖς δὲ ὡς οὐκ ἐπιτεταγμένον πρὸς βασιλέως σφίσι στρατεύοιντο, καίπερ ἀμφὶ τούτῳ γράμματα βασιλέως ἐνδεικνυμένοις, ἅπερ οἱ λογοθέται διαβάλλειν οὐδεμιᾷ ὀκνήσει ἐτόλμων· ἄλλοις δὲ, ὅτι δὴ τῶν ἑταίρων ἡμέρας σφίσιν ἀπολε24.8 λεῖφθαί τινας ξυμβαίη. ὕστερον καὶ τῶν ἐν Παλατίῳ φυλάκων τινὲς ἀνὰ πᾶσαν στελλόμενοι τὴνῬωμαίων ἀρχὴν διηρευνῶντο δῆθεν τῷ λόγῳ ἐν τοῖς καταλόγοις τοὺς ἐς τὸ στρατεύεσθαι ἐπιτηδείους ὄντας ὡς ἥκιστα, καὶ αὐτῶν τινὰς μὲν ἅτε ἀχρείους ὄντας ἢ γεγηρακότας ἀφαιρεῖσθαι τὰς ζώνας ἐτόλμων, οἵπερ τὸ λοιπὸν ἐκ τῶν εὐσεβούντων ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς προσαιτοῦντες τροφὴν δακρύων τε καὶ ὀλοφύρσεως ἀεὶ προφάσεις τοῖς ἐντυγχάνουσιν ἐγίνοντο πᾶσι, τοὺς δὲ λοιποὺς, ὅπως δὴ μὴ ταὐτὰ καὶ αὐτοὶ πείσωνται, χρήματα μεγάλα ἐπράττοντο, ὥστε πάντων τοὺς στρατιώτας ἅτε τρόποις ἐκνενευρισμένους πολλοῖς πτωχοτέρους τε γεγονέναι καὶ οὐδαμῆ ἐς τὸ πολεμεῖν προθυ24.9 μεῖσθαι ξυνέβη. ὅθενῬωμαίοις καὶ τὰ ἐνἸταλίᾳ πράγματα λελύσθαι ξυνέπεσεν. οὗ δὴἈλέξανδρος ὁ λογοθέτης σταλεὶς τοῖς μὲν στρατιώταις ταῦτα ἐπικαλεῖν οὐδεμιᾷ ὀκνήσει ἐθάρρει, τοὺς δὲἸταλοὺς χρήματα ἔπραττε, τῶν ἐς Θευδέριχον καὶ Γότθους 24.10 πεπολιτευμένων ἀμύνεσθαι φάσκων. οὐ μόνοι δὲ οἱ στρατιῶται πενίᾳ τε καὶ ἀπορίᾳ πρὸς τῶν λογοθετῶν ἐπιέζοντο, ἀλλὰ καὶ οἱ πᾶσιν ὑπηρετοῦντες τοῖς στρατηγοῖς παμπληθεῖς τε καὶ δόξῃ μεγάλοι τὰ πρότερα 24.11 ὄντες, λιμῷ καὶ πενίᾳ δεινῇ ἤχθοντο. οὐ γὰρ εἶχον ὅθεν τὰ εἰωθότα σφίσι πορίσονται. 24.12 Προσθήσω δέ τι τούτοις καὶ ἕτερον, ἐπεί με ὁ τῶν στρατιωτῶν λόγος ἐς τοῦτο ἄγει. οἱῬωμαίων βεβασιλευκότες ἐν τοῖς ἄνω χρόνοις