1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

46

πατρὸς καθ' ην εὐλογεῖ τοὺς προσπελάζοντας αὐτῷ, τότε μάλιστα οτε κατάρα ὑπὲρ ἡμῶν γεγενημένος ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς τοῦ νόμου κατάρας ἐπὶ τῷ εἰς τὰ εθνη γενέσθαι τὴν εὐλογίαν τοῦ ̓Αβραάμ. Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. ωσπερ ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ ἡ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, ουτω τὴν αὐτὴν χαρὰν ἐκ θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ γίνεσθαι συμβαίνει· πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. ταῦτα δὲ γενήσεται περὶ τὸν βασιλέα ἐλπίζοντα ἐπὶ θεὸν κύριον τυγχάνοντα τῶν ἐλπιζομένων. πείρᾳ γὰρ προσβαλὼν τοῖς προσδοκωμένοις εὐφραίνεται μετὰ τοῦ προσώπου τοῦ θεοῦ. Καὶ αλλως· ἐπεὶ πρόσωπον ἡ εἰκών σου τυγχάνει, αυτη δ' ἐστὶν ὁ θεὸς λόγος, μετὰ τούτου τοῦ προσώπου γινόμενος ὁ βασιλεὺς ναὸς αὐτοῦ χρηματίζει καὶ σύμμορφος αὐτοῦ γινόμενος εὐφραίνεται ἐν χαρᾷ. 168 Ps 20,8b.9 Παρὰ τοῦ ὑψίστου ελαιον λαβὼν τῷ κέχρισθαι ἐλαίῳ ἀγαλλιάσεως, ̓Απαράβατον εχει τὴν ἐκ τῆς χρίσεως ἱερωσύνην, κατὰ τὴν τάξιν Μελχισέδεκ ων εἰς τὸν αἰῶνα ἱερεύς. τὸ γὰρ μὴ σαλευθῆναι αὐτὸν δηλοῖ μὴ πρόσκαιρον αὐτὸν εξειν ἀξίαν ἀφ' ης ἐστιν σαλευθῆναι μεταβάλλοντα εἰς ετερόν τι. Οὐ τισὶν ἀλλὰ πᾶσιν τοῖς ἐχθροῖς τοῦ θεοῦ εὑρίσκεται ἡ χεὶρ αὐτοῦ ητοι κολάσεις αὐτοῖς ἐπιφέρουσα η πολεμοῦσα τοὺς ἀντιτεταγμένους τῷ θείῳ νόμῳ κατὰ τὸ Πολεμεῖ κύριος κρυφαίᾳ χειρὶ ἐπὶ ̓Αμαλήκ. καὶ τάχα ἐχθροὺς δύναται ἐνταῦθα λέγειν τοὺς ἀπρονοησίαν εἰσάγοντας καὶ ἀθεότητα ἀσπαζομένους. τούτοις γὰρ μὴ τιθεμένοις θεὸν εὑρεθείη ἡ χεὶρ θλίβουσα καὶ ἐπιτιμίαν αὐτοῖς ἐπιφέρουσα, ὡς τότε αὐτοὺς γνῶναι οτι θεὸς ἐπιστατεῖ τῶν ολων. Μισοῦντας ἐνταῦθα θεὸν λέγει τοὺς ἁμαρτάνοντας. εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ θεοῦ τελειοῦται κατὰ τὸ ̓Εάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, ἀκολουθήσει τὸν μὴ τηροῦντα τὸν λόγον καὶ τὰς ἐντολὰς τοῦ θεοῦ μισεῖν τὸν θεόν. ὁ δὲ ουτως μισῶν ἀπολωλέναι λέγεται. ἐπεὶ ουν προσδοκία ἐστὶν ἐλεύσεσθαι τὸν σωτῆρα οντα θεοῦ δεξιὰν ἐπὶ τῷ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, εἰκότως λέγεται· ̔Η δεξιά σου ευροι πάντας τοὺς μισοῦντάς σε. Τίνι δὲ διαφέρει κατὰ τὰς γραφὰς χεὶρ δεξιᾶς θεωρητέον. τὴν χεῖρα ἐπὶ τῶν κολάσεων τάττει, ὡς τὸ ̔Η χείρ σου εθνη ἐξωλόθρευσεν, καὶ Νῦν ἀποστείλας τὴν χεῖρα πατάξω σε (Καὶ γὰρ χεὶρ κυρίου ἡ ἁψαμένη μού ἐστιν)· τὴν δὲ δεξιὰν ἐπὶ τῆς σωτηρίας καὶ τῶν αλλων ἀγαθῶν· Εσωσεν γὰρ αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ∆εξιὰ κυρίου ἐποίησεν δύναμιν, καὶ ∆εξιὰ κυρίου υψωσέν με, καὶ τὰ τοιαῦτα. εἰκότως ουν καὶ ἐνταῦθα τὴν μὲν χεῖρα εὑρίσκεσθαι τοῖς ἐχθροῖς τιμωρουμένην αὐτούς φησιν, τὴν δὲ δεξιὰν εὑρίσκειν τοὺς μισοῦντας οπως εὑρεθέντες μηκέτι ωσιν ἐν ἀπωλείᾳ. 169 Ps 20,10a Τὸ Θήσεις αὐτοὺς ἀναφέρεσθαι ἐπὶ τοὺς ἐχθροὺς νομίζω, ους τινας διὰ τὸ κολάσει παραδεδόσθαι θήσει ὡς κλίβανον πυρὸς οὐκ ἀεὶ καὶ ἐπ' απειρον ἀλλ' εως τοῦ καιροῦ τῆς ἐπιλάμψεως τοῦ θεϊκοῦ προσώπου. σημαίνει δὲ κἀνταῦθα ὁ καιρὸς οὐ χρόνον ἀλλὰ τὴν ποίαν κατάστασιν τῶν δυναμένων χωρῆσαι τὸ θεοῦ πρόσωπον. νομίζω δὲ καὶ τὸ τοῦ κλιβάνου ονομα μὴ μάτην παρειλῆφθαι· ὡς γὰρ οὐ μάτην οὐδ' ὡς ετυχεν ἐκκαίεται κλίβανος ἀλλ' ἐπί τινι τέλει χρηστῷ η ἀρτοποιΐᾳ η αλλῳ τινὶ τοιούτῳ, ουτω καὶ τὰς κολάσεις τίθεται θεὸς ἐπὶ τῷ καιρὸν ἀπαντῆσαι τοιοῦτον καθ' ον ἐνιδεῖν τῷ προσώπῳ αὐτοῦ δυνήσονται. 170 Ps 20,10b Τοὺς διαναπαυομένους ἐπὶ κακίᾳ καὶ ψευδοδοξίᾳ τῷ θέλγεσθαι ὑπὸ ἡδονῆς συνταράξει ὁ θεὸς ἐν ὀργῇ αὐτοῦ, θορυβουμένους ἐπὶ προσδοκίᾳ τιμωρίας. τούτους δὲ ουτω διατεθέντας καταφάγεται πῦρ οὐ σωματικὸν πάντως ἀλλὰ τὸ ἀκολουθοῦν τῇ νόσῳ τῆς ψυχῆς, ητοι μεταμελουμένης ἐφ' οις εδρασεν κακοῖς αὐτῆς τῆς μεταμελείας δίκην πυρὸς διεσθιούσης αὐτήν, η τῆς δυσαρεστήσεως γεννώσης αὐτῇ πῦρ ἀνάλογον ταῖς τοῦ σώματος νόσοις. ωσπερ γὰρ αἱ σωματικαὶ τροφαὶ πέρα τοῦ δέοντος προσενεχθεῖσαι η νοσοποιὸν ποιότητα εχουσαι πυρετοὺς ἐγείρουσιν τοῖς