46
προφήτου, φησὶν, οὐδὲ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν ἀνωτέρω δυνάμεων, οὐκ ἄλλης τινὸς κτιστῆς φύσεως, εἴ γέ τίς ἐστι καὶ ἑτέρα, ἀλλ' αὐτοῦ τοῦ ∆ε 59.82 σπότου, αὐτοῦ τοῦ Βασιλέως, αὐτοῦ γνησίου Μονογενοῦς Παιδὸς, αὐτοῦ τοῦ πάντων ἡμῶν Κυρίου τὴν δόξαν ἐθεασάμεθα. Τὸ δὲ Ὡς, ἐνταῦθα, οὐχ ὁμοιώσεώς ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητήτου διορισμοῦ· ὡσανεὶ ἔλεγεν· Ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἔχειν μονογενῆ καὶ γνήσιον Υἱὸν ὄντα τοῦ πάντων βασιλέως Θεοῦ. Καὶ τοῖς πολλοῖς δὲ ἔθος· οὐ γὰρ παραιτήσομαι καὶ ἀπὸ τῆς κοινῆς συνηθείας τὸν λόγον πιστώσασθαι. Οὐδὲ γὰρ πρὸς κάλλος ἡμῖν ὀνομάτων, οὐδὲ πρὸς ἁρμονίαν συνθήκης πρόκειται νῦν εἰπεῖν, ἀλλὰ πρὸς τὴν ὑμετέραν ὠφέλειαν μόνον· ὅθεν οὐδὲν κωλύει καὶ ἀπὸ τῆς τῶν πολλῶν συνηθείας αὐτὸ βεβαιῶσαι. Τίς δέ ἐστιν ἡ συνήθεια τῶν πολλῶν; Βασιλέα πολλάκις σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν. Ἐπειδὰν δὲ καὶ ταῦτα καὶ ἕτερα πρὸς τούτοις καταλέξαντες, μὴ δυνηθῶσιν ἅπασαν τῷ λόγῳ παραστῆσαι τὴν λαμπρότητα, εὐθέως τοῦτο ἐπάγουσι· Τί δεῖ τὰ πολλὰ λέγειν; ἅπαξ ὡς βασιλεύς· διὰ τοῦ, ὡς, οὐ τὸ βασιλέως ὅμοιον εἶναι δεῖξαι βουλόμενοι τοῦτον περὶ οὗ πάντα λέγουσιν, ἀλλὰ τὸ αὐτὸν βασιλέα γνήσιον εἶναι. Οὕτω τοίνυν καὶ ὁ εὐαγγελιστὴς τὸ, Ὡς, τέθεικε, τὸ παρηλλαγμένον τῆς δόξης καὶ ὑπερέχον ἀσυγκρίτως παραστῆσαι θέλων. Οἱ μὲν γὰρ ἄλλοι πάντες, καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ προφῆται, προσταττόμενοι πάντα ἐποίουν· αὐτὸς δὲ μετ' ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης· ὅπερ οὖν καὶ οἱ ὄχλοι ἐθαύμαζον, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων. βʹ. Ἐφάνησαν μὲν οὖν, ὅπερ εἶπον, καὶ ἄγγελοι μετὰ δόξης πολλῆς ἐπὶ τῆς γῆς· οἷον ἐπὶ τοῦ ∆ανιὴλ, ἐπὶ τοῦ ∆αυῒδ, ἐπὶ τοῦ Μωϋσέως· ἀλλ' ὡς δοῦλοι καὶ δεσπότην ἔχοντες, οὕτω πάντα ἔπραττον· αὐτὸς δὲ ὡς δεσπότης καὶ πάντων κρατῶν, καὶ ταῦτα μετ' εὐτελοῦς σχήματος καὶ ταπεινοῦ φανείς· ἀλλ' ὅμως καὶ οὕτως ἡ κτίσις τὸν ∆εσπότην ἐπέγνω τὸν ἑαυτῆς. Πῶς; Ἀστὴρ μὲν γὰρ ἀπ' οὐρανοῦ μάγους καλῶν προσκυνήσοντας αὐτόν· ἀγγέλων δὲ ὄχλος πολὺς πανταχοῦ κεχυμένος τὸν ∆εσπότην περιεπόντων, καὶ ἀνυμνούντων αὐτόν· καὶ ἕτεροι δὲ ἐξαπίνης ἀνεφύοντο κήρυκες, καὶ πάντες ἀλλήλοις ἀπαντῶντες, εὐηγγελίζοντο τὸ ἀπόῤῥητον τοῦτο μυστήριον, τοὺς μὲν ποιμένας οἱ ἄγγελοι, τοὺς δὲ τῆς πόλεως οἱ ποιμένες· καὶ τὴν μὲν Μαρίαν καὶ τὴν Ἐλισάβετ, ὁ Γαβριὴλ, τοὺς δὲ εἰς τὸ ἱερὸν παραγινομένους ἡ Ἄννα μετὰ τοῦ Συμεών. Οὐκ ἄνδρες δὲ καὶ γυναῖκες μόνον ὑπὸ τῆς ἡδονῆς ἐπτερώθησαν, ἀλλὰ καὶ τὸ μηδέπω βρέφος εἰς φῶς ἐξελθὸν, ὁ τῆς ἐρήμου πολίτης, λέγω, καὶ τούτου ὁμώνυμος τοῦ εὐαγγελιστοῦ, ἐσκίρτησεν, ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν ἔτι, καὶ πάντες μετέωροι ταῖς ἐλπίσι πρὸς τὰ μέλλοντα ἦσαν. Καὶ ταῦτα μὲν παρὰ τὸν τόκον εὐθέως· ὅτε δὲ ἐπὶ πλέον ἑαυτὸν ἐξέφηνε, πάλιν ἕτερα θαύματα τῶν προτέρων ἐφαίνετο μείζονα. Οὐκ ἔτι γὰρ ἀστὴρ καὶ οὐρανὸς, οὐδὲ ἄγγελοι καὶ ἀρχάγγελοι, οὐδὲ Γαβριὴλ καὶ Μιχαὴλ, ἀλλ' αὐτὸς 59.83 αὐτὸν ἄνωθεν ἀπὸ τῶν οὐρανῶν ἐκήρυττεν ὁ Πατὴρ, καὶ μετὰ τοῦ Πατρὸς ὁ Παράκλητος, ἐφιπτάμενος αὐτῷ μετὰ τῆς φωνῆς, καὶ μένων ἐπ' αὐτόν. Ὄντως διὰ ταῦτα ἔλεγεν· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰ μετὰ ταῦτα τοῦτό φησιν. Οὐκ ἔτι γὰρ ποιμένες μόνον, οὐδὲ χῆραι γυναῖκες, οὐδὲ ἄνδρες πρεσβῦται ἡμᾶς εὐαγγελίζονται, ἀλλὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, πάσης σάλπιγγος λαμπρότερον βοῶσα, καὶ οὕτω γεγωνὸς, ὡς καὶ ἐνταῦθα αὐτῆς εὐθέως ἀκουσθῆναι τὸν ἦχον. Ἀπῆλθε γὰρ, φησὶν, εἰς τὴν Συρίαν ἡ ἀκοὴ αὐτοῦ, καὶ πᾶσιν αὐτὸν ἀπεκάλυπτε· καὶ πάντα πάντοθεν ἐβόα, ὅτι βασιλεὺς τῶν οὐρανῶν παραγέγονεν. Οἵ τε γὰρ δαίμονες πάντοθεν ἔφευγον καὶ ἀπεπήδων, ὅ