1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

46

πανταχόσε τῶν τῆς πολιτείας ἐσχατιῶν πάμπολυ κατεστήσαντο στρατιωτῶν πλῆθος ἐπὶ φυλακῇ τῶν ὁρίων τῆςῬωμαίων ἀρχῆς, καὶ κατὰ τὴν ἑῴαν μάλιστα μοῖραν ταύτῃ τὰς ἐφόδους Περσῶν τε καὶ Σαρακηνῶν ἀναστέλλοντες, 24.13 οὕσπερ λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς ὁ βασιλεὺς κατ' ἀρχὰς μὲν οὕτω δὴ παρέργως τε καὶ φαύλως ἐχρῆτο, ὥστε τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι, καὶ ἐπειδὰνῬωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο, ἠναγκάζοντο οἱ ταλαίπωροι οὗτοι ἅτε καὶ αὐτοὶ τῶν ἐκ τῆς εἰρήνης ἀγαθῶν ἀπολαύσοντες χρόνου ῥητοῦ τὰς ὀφειλομένας σφίσι ξυντάξεις τῷ δημοσίῳ χαρίζεσθαι· ὕστερον δὲ καὶ αὐτὸ τὸ τῆς στρατείας ὄνομα 24.14 αὐτοὺς ἀφείλετο οὐδενὶ λόγῳ. τὸ λοιπὸν τὰ μὲν ὅρια τῆςῬωμαίων ἀρχῆς φυλακτηρίων ἐκτὸς ἔμεινεν, οἱ δὲ στρατιῶται ἐξαπιναίως ἔβλεπον εἰς τῶν εὐσεβεῖν εἰωθότων τὰς χεῖρας. 24.15Ἕτεροι στρατιῶται οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ τρισχίλιοι τὰ ἐξ ἀρχῆς ἐπὶ φυλακῇ τοῦ Παλατίου 24.16 κατέστησαν, οὕσπερ σχολαρίους καλοῦσι. καὶ αὐτοῖς συντάξεις ἀνέκαθεν πλείους ἢ τοῖς ἄλλοις ἅπασι τὸ δημόσιον ἀεὶ χορηγεῖν εἴωθε. τούτους οἱ πρότεροι μὲν ἀριστίνδην ἀπολέξαντες ἐξἈρμενίων ἐς ταύτην 24.17 δὴ τὴν τιμὴν ἦγον. ἐξ οὗ δὲ Ζήνων τὴν βασιλείαν παρέλαβε, πᾶσιν ἐξουσία ἐγένετο καὶ ἀνάνδροις καὶ ἀπολέμοις οὖσι παντάπασι τούτου δὴ τοῦ ὀνόματος 24.18 ἐπιβατεύειν. προϊόντος δὲ τοῦ χρόνου καὶ ἀνδράποδα κατατιθέντες τίμημα τὴν στρατείαν ὠνοῦντο ταύτην. ἡνίκα τοίνυνἸουστῖνος τὴν βασιλείαν παρέλαβεν, οὗτοςἸουστινιανὸς πολλοὺς ἐς τὴν τιμὴν κατεστήσατο 24.19 ταύτην, χρήματα μεγάλα περιβαλόμενος. ἐπεὶ δὲ τούτοις τοῖς καταλόγοις οὐδένα ἐνδεῖν τὸ λοιπὸν ᾔσθετο, ἑτέρους αὐτοῖς ἐς δισχιλίους ἐντέθεικεν, οὕσπερ ὑπερ24.20 αρίθμους ἐκάλουν. ἐπειδὴ δὲ αὐτὸς τὴν βασιλείαν ἔσχε, τούτους δὴ τοὺς ὑπεραρίθμους ἀπεσείσατο αὐτίκα μάλα, τῶν χρημάτων οὐδ' ὁτιοῦν ἀποδοὺς σφίσιν. 24.21Ἐς μέντοι τοὺς ἐντὸς τοῦ τῶν σχολαρίων ἀριθμοῦ ὄντας ἐπενόει τάδε. ἡνίκα στράτευμα ἐπὶ Λιβύην ἢἸταλίαν ἢ ἐπὶ Πέρσας ὡς σταλήσεται ἐπίδοξον εἴη, καὶ αὐτοῖς ὡς ξυστρατεύσουσιν ἐπήγγελλε συσκευάζεσθαι, καίπερ ἐξεπιστάμενος ἐπιτηδείως αὐτοὺς ἐς τὸ στρατεύεσθαι ὡς ἥκιστα ἔχειν, οἱ δὲ τοῦτο ἵνα μὴ γένηται δείσαντες χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν. ταῦτα μὲν τοῖς σχολαρίοις πολλάκις ξυνη24.22 νέχθη παθεῖν. καὶ Πέτρος δὲ τὸν ἅπαντα χρόνον ἡνίκα τὴν τοῦ μαγίστρου καλουμένου εἶχεν ἀρχὴν, ἀεὶ καθ' ἡμέραν αὐτοὺς κλοπαῖς ἀμυθήτοις ἀπέκναιε. 24.23 πρᾷος μὲν γὰρ ἦν καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδὼς, κλεπτίστατος δὲ ἀνθρώπων ἁπάντων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμπλεως. τούτου τοῦ Πέτρου κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τὸνἈμαλασούνθης φόνον τῆς Θευδερίχου παιδὸς εἰργασμένου. 24.24 Εἰσὶ δὲ καὶ ἕτεροι τῶν ἐν Παλατίῳ πολὺ ἀξιώτεροι, ἐπεὶ καὶ πλείω τὸ δημόσιον αὐτοῖς χορηγεῖν εἴωθεν ἅτε καὶ μείζω κατατιθεῖσι τοῦ τῆς στρατείας ὀνόματος τὰ τιμήματα, οἳ δὴ δομέστικοί τε καὶ προτίκτωρες ἐπικαλοῦνται καὶ ἀνέκαθεν ἀμελέτητοί εἰσι 24.25 πολεμίων ἔργων. τάξεως γὰρ καὶ προσώπου ἕνεκα μόνον ἐν Παλατίῳ εἰώθασι καταλέγεσθαι. καὶ αὐτῶν οἱ μὲν ἐν Βυζαντίῳ, οἱ δὲ ἐπί τε Γαλατίας ἐκ παλαιοῦ 24.26 καὶ χωρίων ἑτέρων ἵδρυνται. ἀλλὰ καὶ τούτουςἸουστινιανὸς τρόπῳ ἀεὶ δεδισσόμενος τῷ εἰρημένῳ μεθίεσθαι ἠνάγκαζε τῶν προσηκουσῶν σφίσι συντάξεων. 24.27 ἐν κεφαλαίῳ δὲ τοῦτο εἰρήσεται. νόμος ἦν ἀνὰ πενταετηρίδα ἑκάστην τὸν βασιλέα τῶν στρατιωτῶν ἕκα24.28 στον δωρεῖσθαι χρυσίῳ τακτῷ. πέμποντες δὲ ἀνὰ πεντάετες πανταχόσε τῆςῬωμαίων ἀρχῆς παρείχοντο 24.29 στατῆρας χρυσοῦς στρατιώτῃ ἑκάστῳ πέντε. καὶ τοῦτο οὐχ οἷόν τε ἦν μὴ πράσσεσθαι ἀεὶ μηχανῇ πάσῃ. ἐξ ὅτου δὲ ἀνὴρ ὅδε διῳκήσατο τὴν πολιτείαν, τοιοῦτο οὐδὲν οὔτε διεπράξατο οὔτε ἐμέλλησε, καίπερ χρόνου δύο καὶ τριάκοντα ἐνιαυτῶν τριβέντος ἤδη, ὥστε καὶ λήθην τοῦ ἔργου τούτου τοῖς ἀνθρώποις γενέσθαι τινά. 24.30 Τρόπον δὲ καὶ ἄλλον τῆς ἐς τοὺς κατηκόους λεηλασίας ἐρῶν ἔρχομαι. οἱ