47
βεβρωκόσιν, ουτω τοῖς τραφεῖσιν τὴν κακίαν καὶ τὰ φαῦλα δόγματα ἀκολουθήσει ἐκ τούτων τῶν τροφῶν κατάλληλον πῦρ, ο καταφάγεται αὐτοὺς οὐκ ἀναλίσκον αὐτῶν τὴν τῆς ψυχῆς οὐσίαν (ἀνώλεθρος γὰρ αυτη) ἀλλὰ τὴν ποιότητα, καθ' ην ξύλα χόρτον καλάμην αχυρα καὶ ζιζάνια γεγένηνται, ινα τῶν ἐπισυμβάντων ἀναλωθέντων καθαρὰ ἡ δεδεγμένη αὐτὰ οὐσία ὀφθῇ. 171 Ps 20,11 Καὶ ἐνταῦθα δείκνυται οὐχ ἡ οὐσία αὐτῶν ἀπολλυμένη ἀλλ' α κακῶς ἐκαρποφόρησαν· εξεις δὲ μοχθηραὶ καὶ φαῦλα εργα ἐστίν. Ωσπερ τὰ καρπὸν τέλειον φέροντα φυτὰ ἐξ αὐτοῦ τοῦ πληρωθέντος καρποῦ προβάλλονται σπέρμα ἐπὶ τῷ ομοια αὐτοῖς ετερα φυτὰ γενέσθαι, ουτως οἱ ἐν κακίᾳ καὶ δυσσεβείᾳ καρποφορήσαντες διδασκαλίας σπέρμα καταβάλλονται ἐπὶ τῷ ὁμοίους αὐτῶν φαύλους καὶ δυσσεβεῖς ποιῆσαι. τούτου τὸ σπέρμα ἀφανίζει θεὸς ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 172 Ps 20,12.13 Εκλιναν εἰς αὐτὸν κακὰ ητοι αθεα περὶ αὐτοῦ δόγματα η τὴν αἰτίαν τῆς κακίας προσάπτοντες αὐτῷ· ἐξέκλιναν δὲ κακὰ εἰς τὸν σωτῆρα οἱ προδόται καὶ ἐχθροὶ αὐτοῦ ἀποδεδειγμένοι. σημειωτέον οτι κατ' εκκλισιν ἐπιτελεῖται τὰ κακὰ καὶ οὐ κατ' εὐθύτητα ωσπερ τὰ ἀγαθά. διὰ πάντων δὲ οἱ φαῦλοι διαστραφέντες καὶ ἀδυνάτοις ἐγχειροῦσιν· διαλογίζονται γὰρ ἐπιβουλευτικῶς κατὰ τοῦ βλάβην μὴ ὑπομένοντος. τάχα δὲ καὶ πᾶς κακός, δι' ων ἁμαρτάνει, διαλογίζεται βουλὴν τὴν μὴ δυναμένην στῆναι τῷ ἀβέβαιον καὶ μὴ μένουσαν ειναι τὴν κακίαν. Οτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. ους ἀποστρέφεται ὁ θεός, τούτους νῶτον τίθεται δυναμένους ειναι πρόσωπον. Η καὶ ουτως· τοὺς μὴ οιους τε ὁρᾶν τὸ πρόσωπον τοῦ θεοῦ τῷ μὴ εχειν καρδίαν καθαρὰν τίθεται κατανοεῖν τὰ ὀπίσω αὐτοῦ τὰ μετ' αὐτὸν οντα δημιουργήματα, ινα τὴν κτίσιν αὐτοῦ θεωροῦντες εννοιαν αὐτοῦ λάβωσιν, ινα καὶ ἀποβαλόντες δι' α ἀδυνάτως εσχον καθαρὸν εχειν πρόσωπον, προσβαλόντες τῷ θεῷ αὐτὸ τὸ τοῦ θεοῦ πρόσωπον ιδωσιν. διό φησιν· Καὶ ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. περίλοιπα δὲ τοῦ θεοῦ τὰ ἀνωτέρω τῶν αἰσθητῶν κτισμάτων αὐτοῦ ἐστιν. 173 Ps 20,14a ̓Επεὶ συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν ἀσθενές τι ἀνείληφας οπερ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν, σταυρωθεὶς ἐξ ἀσθενείας, ̔Υψώθητι ἐν τῇ δυνάμει σου. 174 Ps 20,14b Τὸ ᾳδειν ἐπὶ θεωρίας ληπτέον, τὸ δὲ ψάλλειν ἐπὶ τῷ κατὰ ἀρετὴν ἐνεργεῖν. θεωροῦντες ουν τὸ νοητὸν τῶν δυναστείων καὶ πράττοντες κατ' αὐτάς, Αισομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, ας ἐδυναστεύσας οια τροπαιοῦχος βασιλεὺς κατὰ διαβόλου καὶ τῶν ἀντικειμένων δυνάμεων. δύναται δηλοῦν καὶ τὸ Χαριστηρίους αινους ἀνακρουσόμεθά σοι δυναστεύσαντι κατὰ τοῦ θανάτου. 175 Ps 21,1 ̓Αντίληψις ἑωθινὴ κατορθοῦται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνίσχοντος καὶ ἀρχὴν ἡμέρας κατασκευάζοντος· ἡ γὰρ ἀνατολὴ τοῦ ἀληθινοῦ φωτὸς τῇ νυκτὶ τῆς ἀγνοίας καὶ πλάνης τέλος ἐπιθεῖσα εω πνευματικὴν ἀνέλαμψεν. αυτη δὲ ἀρχομένη ἐπὶ τέλος φωτισμοῦ τελείου καταντήσει, δι' ον φωτισμὸν πάντα τὰ αλλα πνευματικὰ πνευματικῶς ἐτελέσθη τῷ τέλος ειναι, ου χάριν τὰ αλλα πάντα, αὐτὸ δὲ οὐδενὸς ενεκα, ο καὶ εσχατον ὀρεκτὸν καλοῦσιν τῷ μὴ ειναι ἀνωτέρω τούτου ου τις ὀρεχθείη τῷ τοῦτο ειναι τὸ τελικώτατον ἀγαθόν. ̔Η προγραφὴ ουν τοῦ προκειμένου ψαλμοῦ εἰς τέλος ᾳδεται τῆς ἑωθινῆς ἀντιλήψεως τῷ ∆αυίδ, τουτέστιν τῷ ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα γεγενημένῳ. καὶ τοῦτο δὲ τηρητέον οτι φυλάττει πρόσωπον εν λέγον ἀπ' ἀρχῆς μέχρι τέλους ὁ ψαλμὸς οὐδὲ μιᾶς μεταβολῆς εὑρισκομένης περὶ τὸ λέγον πρόσωπον. καὶ ἐπεὶ ἡ καινὴ διαθήκη λέξεις ἀπὸ τοῦ ψαλμοῦ ελαβεν ὡς ὑπὸ τοῦ Χριστοῦ ῥηθείσας, ἀνάγκη πάντα αὐτὸν ἐκ προσώπου τοῦ Χριστοῦ ἑρμηνεῦσαι. δηλώσομεν δὲ τὰς λέξεις, αις ἡ καινὴ διαθήκη ἐχρήσατο, ἐπ' αὐτὰς φθάσαντες.