47
τε διάβολος ἐγκαλυψάμενος ὑπεχώρει, αὐτός τε ὁ θάνατος ὑπεξίστατο τέως, καὶ μετὰ ταῦτα τέλεον ἠφανίζετο· καὶ πάσης ἀῤῥωστίας εἶδος ἐλύετο, καὶ τοὺς μὲν νεκροὺς ἠφίει τὰ μνήματα, τοὺς δὲ μεμηνότας οἱ δαίμονες, τοὺς δὲ ἀῤῥώστους αἱ νόσοι· καὶ ἦν ἰδεῖν πράγματα παράδοξα καὶ θαυμαστὰ, καὶ ἅπερ εἰκότως ἐπεθύμησαν προφῆται ἰδεῖν, καὶ οὐκ εἶδον. Ἦν γὰρ ἰδεῖν ὀφθαλμοὺς διαπλαττομένους, καὶ τὸ ποθεινὸν ἐκεῖνο, ὃ πάντες ἐπεθύμησαν ἂν ἰδεῖν, πῶς τὸν Ἀδὰμ ἀπὸ τῆς γῆς ἔπλασεν ὁ Θεὸς, τοῦτο ἐν βραχεῖ πᾶσιν ἐπιδεικνύντα, καὶ ἐν τῷ βελτίονι τοῦ σώματος μέρει· τά τε παραλελυμένα καὶ διῳκισμένα συγκολλώμενα μέλη, καὶ ἀλλήλοις συναρμοττόμενα, χεῖρας νεκρὰς κινουμένας, πόδας παραλελυμένους ἀθρόον ἁλλομένους, ὦτα βεβυσμένα ἀναπεταννύμενα, καὶ γλῶτταν ἠχοῦσαν μέγα, τὴν πρότερον ἀφωνίᾳ δεδεμένην. Καθάπερ γάρ τις τεχνίτης ἄριστος, οἰκίαν ὑπὸ χρόνου σαθρωθεῖσαν ἀναλαβὼν, τὴν κοινὴν τότε τῶν ἀνθρώπων φύσιν, οὕτω ταύτης τά τε ἀποκλασθέντα ἀνεπλήρωσε μέρη, τά τε διεστῶτα καὶ διαλελυμένα συνέσφιγξε, καὶ τὰ τέλεον πεπτωκότα ἀνέστησε. Τί ἄν τις εἴποι τῆς ψυχῆς τὴν διάπλασιν, πολλῷ θαυμαστοτέραν τῆς ἐν τοῖς σώμασιν οὖσαν; Μέγα μὲν γὰρ καὶ ἡ τῶν σωμάτων ὑγεία, πολλῷ δὲ μεῖζον ἡ τῶν ψυχῶν, καὶ τοσούτῳ μεῖζον, ὅσῳ ψυχὴ σώματος ἄμεινον· οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι ἡ μὲν τῶν σωμάτων φύσις, ᾗπερ ἂν αὐτὴν ὁ ∆ημιουργὸς ἄγειν βούληται, ταύτῃ ἕπεται, καὶ τὸ ἀντιπίπτον οὐδέν· ἡ δὲ ψυχὴ κυρία ἑαυτῆς γενομένη, καὶ τῶν πρακτέων τὴν ἐξουσίαν ἔχουσα, οὐ πάντα, ἂν μὴ βούληται, πείθεται τῷ Θεῷ. Ἄκουσαν γὰρ αὐτὴν καὶ βίᾳ που κατηναγκασμένην, οὐ βούλεται ποιῆσαι καλὴν καὶ ἐνάρετον, ἐπειδήπερ μηδὲ ἔστι τοῦτο ἀρετή· ἀλλὰ χρὴ βουλομένην καὶ ἑκοῦσαν πεῖσαι γενέσθαι τοιαύτην· ὅθεν χαλεπώτερον τοῦτό ἐστιν ἐκείνης τῆς ἰατρείας. Ἀλλ' ὅμως καὶ τοῦτο κατωρθοῦτο, καὶ πᾶν εἶδος κακίας ἠλαύνετο. Καὶ ὥσπερ τὰ σώματα τὰ θεραπευόμενα, οὐ πρὸς ὑγίειαν μόνον, ἀλλὰ καὶ πρὸς εὐεξίαν τὴν ἀνωτάτω μετεῤῥύθμιζεν· οὕτω καὶ τὰς ψυχὰς, οὐ τῆς κακίας τῆς ἐσχάτης ἀπήλλαξε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἤγαγε· καὶ ὁ τελώνης ἀπόστολος ἐγίνετο, καὶ ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης ἀπεδείκνυτο· καὶ μάγοι, διδάσκαλοι Ἰουδαίων ἐγίνοντο· καὶ λῃστὴς, παραδείσου πολίτης ἀνεφαίνετο· καὶ πόρνη, πολλῇ τῇ πίστει διέλαμπε· καὶ Χαναναία καὶ Σαμαρεῖτις γυνὴ, ἑτέρα πόρνη καὶ αὐτὴ, ἡ μὲν τὸ κήρυγμα τῶν ὁμοφύλων ἀνεδέξατο, καὶ πόλιν ὁλόκληρον σαγηνεύσασα, οὕτω προσήγαγε τῷ Χριστῷ· 59.84 ἡ δὲ τῇ πίστει καὶ τῇ προσεδρείᾳ δαίμονα πονηρὸν ἀπελαθῆναι τῆς τοῦ θυγατρίου ψυχῆς παρεσκεύασε. Καὶ ἕτεροι δὲ πολλῷ τούτων χείρους εἰς τὴν τῶν μαθητῶν εὐθέως κατελέγοντο τάξιν. Καὶ πάντα ἀθρόον μετεσχηματίζετο, τῶν σωμάτων τὰ πάθη, τῶν ψυχῶν τὰ νοσήματα, καὶ πρὸς ὑγείαν καὶ τὴν ἀκριβεστάτην ἀρετὴν μετεπλάττοντο, καὶ τούτων, οὐ δύο καὶ τρεῖς ἄνθρωποι, οὐδὲ πέντε, καὶ δέκα, καὶ εἴκοσι καὶ ἑκατὸν μόνον, ἀλλὰ πόλεις ὁλόκληροι καὶ ἔθνη μετὰ πολλῆς τῆς εὐκολίας μετεῤῥυθμίζοντο. Τί ἄν τις εἴποι τῶν προσταγμάτων τὴν φιλοσοφίαν, τῶν οὐρανίων νόμων τὴν ἀρετὴν, τῆς ἀγγελικῆς πολιτείας τὴν εὐταξίαν; Τοιοῦτον γὰρ ἡμῖν εἰσηγήσατο βίον, τοιούτους ἡμῖν ἔθηκε νόμους, τοιαύτην κατεστήσατο πολιτείαν, ὡς τοὺς τούτοις χρωμένους ἀγγέλους εὐθέως γίνεσθαι, καὶ ὁμοίους Θεῷ κατὰ δύναμιν τὴν ἡμετέραν, κἂν ἁπάντων ἀνθρώπων κακίους τύχωσιν ὄντες. γʹ. Ταῦτα οὖν ἅπαντα συναγαγὼν ὁ εὐαγγελιστὴς τὰ θαύματα, τὰ ἐν σώμασι, τὰ ἐν ψυχαῖς, τὰ ἐν τοῖς στοιχείοις, τὰ προστάγματα, τὰ δῶρα τὰ ἀπόῤῥητα ἐκεῖνα, καὶ τῶν οὐρανῶν ὑψηλότερα, τοὺς νόμους, τὴν πολιτείαν, τὴν πειθὼ, τὰς μελλούσας ὑποσχέσεις, τὰ παθήματα αὐτοῦ, τὴν θαυμαστὴν ταύτην καὶ ὑψηλῶν γέμουσαν δογμάτων ἀφῆκε φωνὴν λέγων· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρη χάριτος καὶ ἀληθείας. Οὐ γὰρ διὰ τὰ θαύματα μόνον αὐτὸν θαυμάζομεν, ἀλλὰ καὶ διὰ τὰ παθήματα· οἷον, ἐπειδὴ προσηλώθη τῷ