1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

47

βασιλεῖ τε καὶ ταῖς ἀρχαῖς ἐν Βυζαντίῳ ἢ ὁπλιζόμενοι ἢ γράμματα διαχειρίζοντες ἢ ἄλλο ὁτιοῦν ὑπηρετοῦντες τάσσονται μὲν ἐν τοῖς καταλόγοις ἀρχὴν ἔσχατοι, προϊόντος δὲ τοῦ χρόνου ἀναβαίνοντες ἀεὶ ἐς τῶν ἀπογινομένων ἢ ὑπεξιόντων τὴν χώραν τάξεως ἕκαστοι τῆς κατ' αὐτοὺς ἐς τόδε χωροῦσιν, ἕως ἄν τις βαθμοῦ ἐπιβεβηκὼς τοῦ πρώτου 24.31 ἤδη ἐς τὸ τῆς τιμῆς ἀφίκηται πέρας. καὶ τοῖς ἐς τοῦτο ἀξιώματος ἥκουσι χρήματα ἐκ παλαιοῦ διατέτακται τοσαῦτα τὸ πλῆθος ὥστε πλέον ἀνὰ πᾶν ἔτος ἢ ἐς ἑκατὸν χρυσοῦ ἀγείρεσθαι κεντηνάρια τούτοις, καὶ αὐτούς τε γηροκομεῖσθαι καὶ τῶν ἄλλων πολλοὺς μετέχειν αὐτοῖς ὠφελείας ἐκ τοῦ ἐπὶ πλεῖστον τῆς ἔνθεν ξυνέβαινε, τῆς τε πολιτείας τὰ πράγματα 24.32 ἐπὶ μέγα εὐπορίας ἀεὶ ταύτῃ ἐχώρει. ἀλλὰ βασιλεὺς ὅδε τούτων αὐτοὺς ἀποστερήσας σχεδόν τι ἁπάντων, αὐτοῖς τε καὶ τοῖς ἄλλοις ἀνθρώποις κακὰ ἤνεγκεν. ἁψαμένη γὰρ αὐτῶν ἡ πενία πρῶτον, εἶτα καὶ διὰ τῶν ἄλλων ἐχώρει, οἷς τι καὶ πρότερον ὠφελείας μετῆν. 24.33 καὶ ἤν τις τὴν ξυμπεπτωκυῖαν αὐτοῖς ἐνθένδε ζημίαν ἐς ἔτη δύο καὶ τριάκοντα διαριθμοῖτο, εὑρήσει τὸ μέτρον ὧνπερ αὐτοὺς ἀποστερεῖσθαι ξυνέπεσε. 25.1 Τοὺς μὲν στρατευομένους οὕτως ὁ τύραννος ὅδε διεχρήσατο. ἅπερ δὲ αὐτῷ ἐς ἐμπόρους τε καὶ ναύτας καὶ βαναύσους καὶ ἀγοραίους ἀνθρώπους, δι' αὐτῶν τε καὶ ἐς τοὺς ἄλλους ἅπαντας εἴργασται, 25.2 φράσων ἔρχομαι. πορθμὼ δύο ἑκατέρωθεν Βυζαντίου ἐστὸν, ἅτερος μὲν ἐφ'Ἑλλησπόντου ἀμφὶ Σηστόν τε καὶἌβυδον, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ στόματος τοῦ Εὐξείνου καλουμένου Πόντου, οὗ τὸἹερὸν ὀνομάζεται. 25.3 ἐν μὲν οὖν τῷἙλλησπόντου πορθμῷ τελωνεῖον μὲν ἐν δημοσίῳ ὡς ἥκιστα ἦν, ἄρχων δέ τις ἐκ βασιλέως στελλόμενος ἐνἈβύδῳ καθῆστο, διερευνώμενος μὲν, ἢν ναῦς ὅπλα φέρουσα ἐς Βυζάντιον οὐ βασιλέως ἴοι γνώμῃ, καὶ ἤν τις ἐκ Βυζαντίου ἀνάγοιτο οὐ φερόμενος γράμματα τῶν ἀνδρῶν καὶ σημεῖα οἷς ἐπίκειται ἡ τιμὴ αὕτη (οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι οὐκ ἀφειμένον πρὸς τῶν ἀνδρῶν, οἳ τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ ὑπουργοῦσι) πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους τέλος δὲ οὐδενὶ αἴσθησιν παρεχόμενον ἀλλ' ὥσπερ τινὰ μισθὸν ὁ ταύτην 25.4 δὴ τὴν ἀρχὴν ἔχων τοῦ ἔργου τούτου λαμβάνειν ἠξίου· ὁ μέντοι ἐπὶ πορθμοῦ τοῦ ἑτέρου στελλόμενος τὸν μισθὸν ἀεὶ πρὸς βασιλέως κεκομισμένος ἦν καὶ διερευνώμενος ἐς τὸ ἀκριβὲς ταῦτά τε, ἅπερ μοι εἴρηται, καὶ ἤν τι ἐς τοὺς βαρβάρους κομίζοιτο, οἳ παρὰ τὸν Εὔξεινον ἵδρυνται Πόντον, ὧνπερ οὐ θέμις ἐκῬωμαίων τῆς γῆς ἐς τοὺς πολεμίους κομίζεσθαι. οὐδὲν μέντοι ἐξῆν τῷ ἀνδρὶ τούτῳ πρὸς τῶν τῇδε ναυτιλλο25.5 μένων προσίεσθαι. ἐξ οὗ δὲἸουστινιανὸς τὴν βασιλείαν παρέλαβε, τελωνεῖόν τε δημόσιον κατεστήσατο ἐν πορθμῷ ἑκατέρῳ καὶ μισθοφόρους ἄρχοντας δύο ἐς ἀεὶ πέμπων μίσθωσιν μὲν αὐτοῖς παρείχετο τὴν ξυγκειμένην, ἐπήγγελλε δὲ χρήματά οἱ ὅτι πλεῖστα 25.6 ἐνθένδε ἀποφέρειν δυνάμει τῇ πάσῃ. οἱ δὲ ἄλλο οὐδὲν ἢ εὔνοιάν οἱ τὴν ἐς αὐτὸν ἐνδείκνυσθαι ἐν σπουδῇ ἔχοντες ἁπαξάπαντα πρὸς τῶν πλεόντων τὰ τῶν φορτίων τιμήματα ληϊζόμενοι ἀπηλλάσσοντο. 25.7Ἐν μὲν οὖν πορθμῷ ἑκατέρῳ ταῦτα ἐποίει· ἐν δὲ Βυζαντίῳ ἐπενόει τάδε. τῶν τινά οἱ ἐπιτηδείων προὐστήσατο, Σύρον μὲν γένος, ὄνομα δὲἈδδαῖον, ᾧ δὴ ἐπήγγελλεν ἐκ νηῶν τῶν ἐνταῦθα καταιρουσῶν 25.8 ὄνησίν τινά οἱ πορίζεσθαι. ὁ δὲ πλοῖα ἅπαντα τὰ καταίροντα ἐς τὸν Βυζάντιον λιμένα οὐκέτι ἐνθένδε ἠφίει, ἀλλὰ τοὺς ναυκλήρους ἢ τοῖς τιμήμασιν ἐζημίου νηῶν τῶν σφετέρων ἢ ἀναφορεῖν ἔς τε Λιβύην καὶ 25.9Ἰταλίαν ἠνάγκαζε. καὶ αὐτῶν οἱ μὲν οὔτε ἀντιφορτίζεσθαι οὔτε θαλαττουργεῖν ἔτι ἤθελον, ἀλλὰ καύσαντες τὰ σφέτερα πλοῖα εὐθὺς ἄσμενοι ἀπηλλάσσοντο. 25.10 ὅσοις μέντοι ἐπάναγκες ἦν ἐκ ταύτης δὴ τῆς ἐργασίας τὸν βίον ποιεῖσθαι, οὗτοι δὴ τριπλασίαν πρὸς τῶν ἐμπόρων τὴν μίσθωσιν κεκομισμένοι τὸ λοιπὸν ἐφορτίζοντο τοῖς τε ἐμπόροις περιειστήκει ταύτην σφίσιν αὐτοῖς τὴν ζημίαν πρὸς τῶν τὰ φορτία ὠνουμένων ἰάσασθαι, οὕτω τε λιμοκτονεῖσθαι πάσῃ μηχανῇ τοὺςῬωμαίους ξυνέβαινεν. 25.11Ἀλλὰ ταῦτα μὲν τῇδε κατὰ τὴν πολιτείαν ἐφέρετο. ἃ δὲ καὶ ἐς τὰ