48
176 Ps 21,2a Σημειωτέον δὲ οτι ὀρθῇ πτώσει ἀντὶ κλητικῆς κέχρηται· ἀντὶ γὰρ τοῦ εἰπεῖν Θεέ μου θεέ μου ινα τί, ̔Ο θεὸς ὁ θεός μου ειπεν· εθος δὲ τῇ γραφῇ ἐν πολλοῖς τοῦτο ποιεῖν. ο ουν βούλεται εἰπεῖν τοῦτό ἐστιν· ὁ καθόλου καὶ ἀληθινὸς θεὸς θεός μου τυγχάνων πρόσχες μοι πολεμουμένῳ καὶ πολλοῖς ἐπιπόνοις περιτύχοντι· Ινα τί γὰρ ἐγκατέλιπές με; πυνθανομένου δὲ τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἡ φωνή. ἐπεὶ γὰρ συνῄδει ἑαυτῷ ακραν καθαρότητα (οὐκ ῃδει γὰρ ἁμαρτίαν), ἠπίστατο μὴ ἐπὶ ἁμαρτίᾳ ἐγκαταλελεῖφθαι ἀλλὰ δι' ετερόν τι τῷ παντὶ συμφέρον. τοῦτ' ουν βούλεται φανερὸν γενέσθαι, οὐ δι' ἑαυτὸν πάσχοντα ἀλλὰ διὰ τοὺς ὁρῶντας αὐτόν· γνόντες γὰρ οτι δι' αὐτοὺς ἐγκατελείφθη ὑμνήσουσιν αὐτὸν ὡς σωτῆρα. 177 Ps 21,2b Λεκτέον τοίνυν λόγους παραπτωμάτων, οὐ τὰς περὶ τῶν παραπτωμάτων προφοράς. ὡς γάρ φαμεν λόγον οὐρανοῦ καθ' ον γέγονεν καὶ λόγον ἡλίου δι' ον ὑπῆρκται, ουτω καὶ λόγον παραπτωμάτων ἐροῦμεν καὶ οὐκ αὐτὰ τὰ παραπτώματα ἀνειληφέναι τὸν σωτῆρα εἰς τὸ ἑαυτοῦ σῶμα. τούτους δὲ τοὺς τῶν παραπτωμάτων λόγους πρὸ τοῦ πάθους εφερεν αὐτοῦ τὸ σῶμα, ἀναστὰς δὲ ἐκ νεκρῶν, οτε καὶ σεσῶσθαι λέγεται, μακρὰν ἀπὸ τῆς σωτηρίας αὐτοῦ τοὺς λόγους τῶν προειρημένων ἁμαρτημάτων εσχεν, ἀπεκδυσάμενος τὰς ἐνεργούσας τὰ παραπτώματα ἀρχὰς καὶ ἐξουσίας οτε ἐθριάμβευσεν αὐτὰς ἐν αὐτῷ παρρησιασάμενος ἐπὶ τῷ σταυρῷ. 178 Ps 21,3 Οὐ μόνον ἐπιπόνων καὶ σκυθρωπῶν περιεστηκότων α νὺξ ἀλληγορικῶς ἐστιν βοῶ πρός σε Θεέ μου οπως μὴ πάθω τι, ἀλλὰ γὰρ καὶ φαιδρῶν καὶ λαμπρῶν οντων τῶν κατ' ἐμὲ πάλιν κράξω οπως μὴ βλαβερόν τι ἐξ ἐπάρματος γένηται. ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος ὁ σωτὴρ λέγει· ουτω δέ μου βοῶντος οιδα οτι εἰσακούσῃ. μεθ' ὑποστιγμῆς γὰρ ἀναγνωστέον· Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης, οτε τὰ περιεστηκότα ἐστὶν σκυθρωπά, τῶν πολλῶν ἐν ταῖς περιστάσεσιν σκοτιζομένων ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγὼ τίνος ενεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστιν. 179 Ps 21,5.6 Καὶ οἱ πατέρες δὲ ἐξ ων εἰμι τὸ κατὰ σάρκα (ουτοί εἰσιν οἱ πατριάρχαι) ἐπὶ σοὶ ηλπισαν προσδοκῶντες τὴν ἐμὴν ἐπίλαμψιν. ἀλλὰ καὶ ἐλπίσαντες οὐκ ἀπέτυχον· ἐρρύσθησαν γὰρ ἀπὸ θανάτου καὶ διαβόλου, ἐμοῦ λυτρωσαμένου καὶ ῥυσαμένου αὐτούς. πρὸς σὲ γὰρ καὶ αὐτοὶ βοήσαντες τὴν δι' ἐμοῦ καὶ ἐξ ἐμοῦ σωτηρίαν εσχον. οὐ γὰρ κατῃσχύνθησαν ἐπὶ σὲ ἐλπίσαντες· ἀπέσχον γὰρ τὰ τῆς ἐλπίδος καὶ προσδοκίας. 180 Ps 21,9 Ιστωσαν δὲ οἱ ταῦτα λέγοντες, νομομαθεῖς ειναι ἐπαγγελλόμενοι, ψευδοδοξοῦντες περὶ τῆς προνοίας. τὰ γὰρ αὐτὰ λέξειεν αν τις ̔Ησαΐου πριζομένου, καὶ οιτινες αλλοι ὑπὲρ εὐσεβείας πεπόνθασιν. ἡμεῖς γὰρ τὸ ῥυσθῆναι καὶ σωθῆναι ἐκ τῶν περιεστηκότων ἐπιπόνων οὐ τὸ ἐκτὸς αὐτῶν γενέσθαι φαμέν, ἀλλὰ τὸ ἀνδρείως καὶ τλητικῶς αὐτὰ ἐνεγκεῖν, ωστε μὴ βλαβῆναι τὴν διάνοιαν ἐκκρουομένης τῆς ὀρθῆς προθέσεως ἐκ τῶν πόνων. τοὺς γοῦν μάρτυρας τῆς ἀληθείας, μυρία οσα παθόντας καὶ ἐναποθανόντας ταῖς βασάνοις, ἐρρύσθαι καὶ σεσῶσθαι ἐκ τῶν θλίψεων λέγομεν· οἱ γὰρ ἐκτὸς τῶν θλιβερῶν δι' ἀρνήσεως γεγενημένοι οὐ μόνον οὐκ ἐρρύσθησαν καὶ ἐσώθησαν ἀπὸ τῶν πειρασμῶν, ἀλλὰ καὶ κατεπόθησαν ὑπ' αὐτῶν. 181 Ps 21,10.11 Τάχα γὰρ ὁ ἐκ σπέρματος συλληφθείς, τελεσφορηθεὶς ἐν τῇ γαστρὶ πληρωθέντος τοῦ καιροῦ τῆς ἀποτέξεως, ὑπ' αὐτῆς τῆς μήτρας ἐπὶ τὰ εξω προβάλλεται. μόνον δὲ τὸν σωτῆρα ὁ πατὴρ ἐκ τῆς γαστρὸς τῆς παρθένου ἐκσπᾷ, οὐκ εξωθεν σπέρματος αὐτῇ καταβληθέντος ἀλλ' ἐξ αὐτῆς τοῦ θείου τόκου ἐξεσπασμένου. Τοῖς αλλοις ἀνθρώποις τὸ ἐλπίζειν καὶ προσδοκᾶν τὰ μέλλοντα μετὰ συμπλήρωσιν τοῦ λόγου ἐφ' ἡλικίαις γενομένοις ἐπέρχεται. μόνον δὲ τὸ ἐκ Μαρίας βρέφος ἀπὸ μαστῶν τῆς μητρὸς ἐλπίζει τελειότητα· θεὸν γὰρ εχει τὴν ἐλπίδα· οὐδέποτε γὰρ ἐν κακίᾳ γεγένηται, πάντων ἀνθρώπων μετὰ αγνοιαν καὶ πονηρίαν τὸ ἀγαθὸν ἀσπαζομένων.