49
καὶ τοῦτο δηλῶν ̔Ησαΐας ελεγεν· Πρὶν η γνῶναι αὐτὸν ἀγαθὸν η κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πρὸ τῆς ἐνανθρωπήσεως ὁ ̓Ιησοῦς μόνην τὴν πρὸς πατέρα εφερεν οἰκειότητα· ην γὰρ αὐτοῦ πατὴρ ὁ θεός, καὶ αὐτὸς υἱὸς θεοῦ. ἀφ' ου δὲ σὰρξ γενόμενος ἐκ κοιλίας προῆλθεν σχέσιν εσχεν τὴν πρὸς τὸν πατέρα τὴν πρὸς θεόν. διό φησιν· Εἰ καὶ ἀεὶ πατήρ μου τυγχάνεις, ἀλλὰ καὶ θεός μου ειναι ηρξω ἐκ κοιλίας μητρός. 182 Ps 21,12 Παρούσης θλίψεως συνὼν ὁ θεὸς οιός τέ ἐστιν καρτερίαν παρασχεῖν ὡς γενναιάζειν τὸν θλιβόμενον, ἀπόντος δὲ θεοῦ ἰσχυρὰ τὰ περιεστηκότα. ευχεται ουν ὁ τὸν ψαλμὸν λέγων, τύπος ἡμῖν τοῖς ἀνθρώποις γινόμενος καὶ διδάσκων ἡμᾶς ἐν πειρασμοῖς ουτω προσεύχεσθαι, μὴ τοιαῦτα αὐτῷ πραχθῆναι ἐφ' οις αν χωρῇ θεός, ινα παρόντος θεοῦ καταπαλαίσῃ τοὺς ἐγείροντας τὴν θλῖψιν. εἰ γὰρ ἀποσταίη τινὸς ὁ θεός, οὐχ ὑπάρξει ἐκείνῳ βοηθός. 183 Ps 21,13.14 Μόσχοι δ' αν ειεν καὶ αἱ περὶ τὰ γήϊνα καὶ σωματικὰ ἐνεργοῦσαι πονηραὶ δυνάμεις (γεωπόνον γὰρ τοῦτο τὸ ζῷον), αἱ δὲ ψευδοδοξίας προϊστάμεναι δι' ἀπατηλῶν λόγων καὶ σοφισμάτων κερατίζουσαι ταῦροι τυγχάνουσιν πίονες οντες διὰ τὸ δῆθεν πολυμαθὲς καὶ κεκομψευμένον τῆς φράσεως. δυνατὸν δὲ καὶ τοὺς ̓Ιουδαίους κατὰ νόμον βουθυτοῦντας ἐξ ων ἐπιτηδεύουσιν μόσχους ὠνομασμένους περικυκλοῦν ἐχθρικῶς τὸν κύριον· Πόντιος δὲ Πιλᾶτος καὶ ει τινες αλλοι ἐν ὑπεροχῇ ταῦροι κερατισταὶ ὑπάρχοντες, περιέχειν σπουδάζουσιν αὐτόν. Λέγοι δ' αν ταῦτα ὁ σωτὴρ καὶ περὶ τοῦ σώματος αὐτοῦ, τῆς ἐκκλησίας, ἰδὼν ἀνθρώπους χαμαιπεταῖς καὶ γῆν ἐργαζομένους πολεμικῶς περικυκλοῦντας αὐτοῦ τὸ σῶμα, τὸ ̓Εκύκλωσάν με μόσχοι πολλοί. τοὺς δὲ αρχοντας, τούτου τοῦ αἰῶνος σοφίαν ἐπαγγελλομένους, ἑωρακὼς περιθέοντας αὐτοῦ τὸ σῶμα ἐρεῖ· Ταῦροι πίονες περιέσχον με. παριστὰς δὲ αὐτῶν τὸ ἐξηγριωμένον τῆς πονηρίας καὶ τὸ ετοιμον εἰς τὸ θλῖψαί φησιν· Ηνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. στόμα γὰρ ἠνεῳγμένον αὐτῶν εἰς τὸ ἁρπάσαι τοὺς ἀπατωμένους ὁ σοφιστικὸς ειη λόγος. τάχα δὲ ̔Ως λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος ἀναφέρεται ἐπὶ τὸν διάβολον, ἀφ' ου λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, καταπίοντος διὰ μὲν παρακοῆς τὸ ους τοῦ ἀνθρώπου τῆς ψυχῆς, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς. 184 Ps 21,15ab ̓Επεὶ σῶμα Χριστοῦ οἱ πεπιστευκότες εἰσίν, τὰ τῶν πεπιστευκότων πάθη εἰς ἑαυτὸν ἀναλαβὼν πεπονθέναι λέγει ταῦτα, α συμβέβηκεν τοῖς συμπληροῦσιν αὐτοῦ τὸ σῶμα. ἐπεὶ ουν σκορπισμὸν ὑπέμειναν τὰ πρόβατα παταχθέντος τοῦ ποιμένος, φησὶν ̔Ωσεὶ υδωρ ἐξεχύθη· τὸ γὰρ ἐκκενωθὲν υδωρ σκορπίζεται. ̓Αλλὰ καὶ περὶ τῶν ἀποστόλων φησὶν τὸ ∆ιεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· αὐτοὶ γὰρ ὀστᾶ αὐτοῦ τυγχάνουσιν διὰ τὸ ευτονον καὶ διακρατεῖν πᾶν τὸ σῶμα. 185 Ps 21,15c-16b Τάχα γίνεταί τινος ἡ καρδία τηκομένη οια κηρὸς ἐν μέσῳ τῆς κοιλίας, οτ' αν ιδῃ τοὺς ὠδινηθέντας καὶ γεννηθέντας ὑπ' αὐτοῦ συμφορὰν ὑπομένοντας. ἐπεὶ τοίνυν καὶ τὰ προειρημένα περὶ τοὺς μαθητὰς ̓Ιησοῦ γέγονεν, ἡ καρδία αὐτοῦ διακειμένη πρὸς αὐτοὺς ἀγαπητικῶς, πυρουμένη κηροῦ πάθος ἀνεδέξατο ἐν μέσῳ τῆς κοιλίας συμπαθούσης οις ετεκεν. ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας οτε κηρὸς ὑπῆρχεν ἐτάκη, οτε τροφὴ γέγονεν καὶ εἰς γαστέρα ἐχώρησεν· τὰς γὰρ νοήσεις τῆς καρδίας ὡς κηρὸν τραφέντας εἰς κοιλίαν κατέβαλον, τηκόμενον καὶ λεπτυνόμενον διὰ τῆς συνεχοῦς μελέτης, ἐπὶ τῷ εἰς τὴν σύστασιν τοῦ τραφέντος ἀναδοθῆναι. ̓Αλλὰ καὶ ἡ ἰσχὺς εἰς τὴν κάμινον τοῦ βίου εἰσαχθεῖσα ὀστράκῳ παραπλησίως ἐξηράνθη· μετὰ πεῖραν γὰρ θλιβερῶν ὡς ἐκ καμίνου τις ἐξαφθεὶς ξηρασίαν ὀστράκου ἀναδέξεται, οὐκέτι ὑγραινόμενος οια πηλὸς ὑπὸ τῆς ὑγρότητος τοῦ πηλοῦ καὶ τοῦ ῥευστοῦ τῶν ἡδονῶν. Τῶν ἀκροατῶν διεσκορπισμένων οὐκέτι παρόντων εἰς ους ἡ γλῶττα ἐνήργει διδάσκουσα καὶ διαλεγομένη, ἀνενέργητος ειη τῷ λάρυγγι κεκολλημένη· ἡ γὰρ προφέρουσα λόγον κινεῖται οὐκ ἐμποδιζομένη ὑπὸ τῆς πρὸς τὸν λάρυγγα